  
  
|
Mar 9:1 |
καὶ ἔλεγεν αὐτοῖς ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ὧδε τῶν ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει
|
  
  
|
Mar 9:2 |
καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν μόνους καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν
|
  
  
|
Mar 9:3 |
καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα λευκὰ λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι
|
  
  
|
Mar 9:4 |
καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ
|
  
  
|
Mar 9:5 |
καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ ῥαββί καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι καὶ ποιήσωμεν τρεῖς σκηνάς σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν
|
  
  
|
Mar 9:6 |
οὐ γὰρ ᾔδει τί ἀποκριθῇ ἔκφοβοι γὰρ ἐγένοντο
|
  
  
|
Mar 9:7 |
καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός ἀκούετε αὐτοῦ
|
  
  
|
Mar 9:8 |
καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ’ ἑαυτῶν
|
  
  
|
Mar 9:9 |
καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ἃ εἶδον διηγήσωνται εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ
|
  
  
|
Mar 9:10 |
καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι
|
  
  
|
Mar 9:11 |
καὶ ἐπηρώτων αὐτὸν λέγοντες ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον
|
  
  
|
Mar 9:12 |
ὁ δὲ ἔφη αὐτοῖς Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστάνει πάντα καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενηθῇ
|
  
  
|
Mar 9:13 |
ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν καὶ ἐποίησαν αὐτῷ ὅσα ἤθελον καθὼς γέγραπται ἐπ’ αὐτόν
|
  
  
|
Mar 9:14 |
καὶ ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας πρὸς αὐτούς
|
  
  
|
Mar 9:15 |
καὶ εὐθὺς πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν
|
  
  
|
Mar 9:16 |
καὶ ἐπηρώτησεν αὐτούς τί συζητεῖτε πρὸς αὐτούς
|
  
  
|
Mar 9:17 |
καὶ ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου διδάσκαλε ἤνεγκα τὸν υἱόν μου πρὸς σέ ἔχοντα πνεῦμα ἄλαλον
|
  
  
|
Mar 9:18 |
καὶ ὅπου ἐὰν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν καὶ οὐκ ἴσχυσαν
|
  
  
|
Mar 9:19 |
ὁ δὲ ἀποκριθεὶς αὐτοῖς λέγει ὦ γενεὰ ἄπιστος ἕως πότε πρὸς ὑμᾶς ἔσομαι ἕως πότε ἀνέξομαι ὑμῶν φέρετε αὐτὸν πρός με
|
  
  
|
Mar 9:20 |
καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν καὶ ἰδὼν αὐτὸν τὸ πνεῦμα εὐθὺς συνεσπάραξεν αὐτόν καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων
|
  
  
|
Mar 9:21 |
καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ ὁ δὲ εἶπεν ἐκ παιδιόθεν
|
  
  
|
Mar 9:22 |
καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν ἀλλ’ εἴ τι δύνῃ βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς
|
  
  
|
Mar 9:23 |
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ τὸ εἰ δύνῃ πάντα δυνατὰ τῷ πιστεύοντι
|
  
  
|
Mar 9:24 |
εὐθὺς κράξας ὁ πατὴρ τοῦ παιδίου ἔλεγεν πιστεύω βοήθει μου τῇ ἀπιστίᾳ
|
  
  
|
Mar 9:25 |
ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα ἐγὼ ἐπιτάσσω σοι ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν
|
  
  
|
Mar 9:26 |
καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν καὶ ἐγένετο ὡσεὶ νεκρός ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν
|
  
  
|
Mar 9:27 |
ὁ δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν καὶ ἀνέστη
|
  
  
|
Mar 9:28 |
καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατ’ ἰδίαν ἐπηρώτων αὐτόν ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό
|
  
  
|
Mar 9:29 |
καὶ εἶπεν αὐτοῖς τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ
|
  
  
|
Mar 9:30 |
κἀκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ
|
  
  
|
Mar 9:31 |
ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν καὶ ἀποκτανθεὶς μετὰ τρεῖς ἡμέρας ἀναστήσεται
|
  
  
|
Mar 9:32 |
οἱ δὲ ἠγνόουν τὸ ῥῆμα καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι
|
  
  
|
Mar 9:33 |
καὶ ἦλθον εἰς Καφαρναούμ καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς τί ἐν τῇ ὁδῷ διελογίζεσθε
|
  
  
|
Mar 9:34 |
οἱ δὲ ἐσιώπων πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων
|
  
  
|
Mar 9:35 |
καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος
|
  
  
|
Mar 9:36 |
καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς
|
  
  
|
Mar 9:37 |
ὃς ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται καὶ ὃς ἂν ἐμὲ δέχηται οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με
|
  
  
|
Mar 9:38 |
ἔφη αὐτῷ ὁ Ἰωάννης διδάσκαλε εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύομεν αὐτόν ὅτι οὐκ ἠκολούθει ἡμῖν
|
  
  
|
Mar 9:39 |
ὁ δὲ Ἰησοῦς εἶπεν μὴ κωλύετε αὐτόν οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με
|
  
  
|
Mar 9:40 |
ὃς γὰρ οὐκ ἔστιν καθ’ ἡμῶν ὑπὲρ ἡμῶν ἐστιν
|
  
  
|
Mar 9:41 |
ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ὀνόματι ὅτι Χριστοῦ ἐστε ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ
|
  
  
|
Mar 9:42 |
καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν
|
  
  
|
Mar 9:43 |
καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου ἀπόκοψον αὐτήν καλόν ἐστίν σε κυλλὸν εἰσελθεῖν εἰς τὴν ζωὴν ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν εἰς τὸ πῦρ τὸ ἄσβεστον
|
  
  
|
Mar 9:44 |
Omitted from the MGNT.
|
  
  
|
Mar 9:45 |
καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε ἀπόκοψον αὐτόν καλόν ἐστίν σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν
|
  
  
|
Mar 9:46 |
Omitted from the MGNT.
|
  
  
|
Mar 9:47 |
καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε ἔκβαλε αὐτόν καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν
|
  
  
|
Mar 9:48 |
ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται
|
  
  
|
Mar 9:49 |
πᾶς γὰρ πυρὶ ἁλισθήσεται
|
  
  
|
Mar 9:50 |
καλὸν τὸ ἅλας ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται ἐν τίνι αὐτὸ ἀρτύσετε ἔχετε ἐν ἑαυτοῖς ἅλα καὶ εἰρηνεύετε ἐν ἀλλήλοις
|
|