LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Strong's
Red Letter
The Blue Letter Bible

LXX Concordance for δικαιοσύνην

toggle collapse
Choose a new font size and typeface
δικαιοσύνην — 99x G1343 δικαιοσύνη
Showing Results For:
N-ASF
Occurrences: 99 times in 98 verses
Speech: Noun
Parsing: Accusative Singular Feminine
Unchecked Copy BoxGen 15:6 - καὶ ἐπίστευσεν Αβραμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην G1343
Unchecked Copy BoxGen 18:19 - ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ᾽ αὐτόν καὶ φυλάξουσιν τὰς ὁδοὺς κυρίου ποιεῖν δικαιοσύνην G1343 καὶ κρίσιν ὅπως ἂν ἐπαγάγῃ κύριος ἐπὶ Αβρααμ πάντα ὅσα ἐλάλησεν πρὸς αὐτόν
Unchecked Copy BoxGen 19:19 - ἐπειδὴ εὗρεν παῖς σου ἔλεος ἐναντίον σου καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην G1343 σου ποιεῖς ἐπ᾽ ἐμέ τοῦ ζῆν τὴν ψυχήν μου ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος μὴ καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω
Unchecked Copy BoxGen 20:13 - ἐγένετο δὲ ἡνίκα ἐξήγαγέν με θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ εἶπα αὐτῇ ταύτην τὴν δικαιοσύνην G1343 ποιήσεις ἐπ᾽ ἐμέ εἰς πάντα τόπον οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ εἰπὸν ἐμὲ ὅτι ἀδελφός μού ἐστιν
Unchecked Copy BoxGen 21:23 - νῦν οὖν ὄμοσόν μοι τὸν θεὸν μὴ ἀδικήσειν με μηδὲ τὸ σπέρμα μου μηδὲ τὸ ὄνομά μου ἀλλὰ κατὰ τὴν δικαιοσύνην G1343 ἣν ἐποίησα μετὰ σοῦ ποιήσεις μετ᾽ ἐμοῦ καὶ τῇ γῇ σὺ παρῴκησας ἐν αὐτῇ
Unchecked Copy BoxGen 24:27 - καὶ εἶπεν εὐλογητὸς κύριος θεὸς τοῦ κυρίου μου Αβρααμ ὃς οὐκ ἐγκατέλιπεν τὴν δικαιοσύνην G1343 αὐτοῦ καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου ἐμὲ εὐόδωκεν κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου
Unchecked Copy BoxGen 24:49 - εἰ οὖν ποιεῖτε ὑμεῖς ἔλεος καὶ δικαιοσύνην G1343 πρὸς τὸν κύριόν μου ἀπαγγείλατέ μοι εἰ δὲ μή ἀπαγγείλατέ μοι ἵνα ἐπιστρέψω εἰς δεξιὰν εἰς ἀριστεράν
Unchecked Copy BoxExo 34:7 - καὶ δικαιοσύνην G1343 διατηρῶν καὶ ποιῶν ἔλεος εἰς χιλιάδας ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας καὶ οὐ καθαριεῖ τὸν ἔνοχον ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν
Unchecked Copy BoxDeu 9:5 - οὐχὶ διὰ τὴν δικαιοσύνην G1343 σου οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ ἣν ὤμοσεν τοῖς πατράσιν ὑμῶν τῷ Αβρααμ καὶ τῷ Ισαακ καὶ τῷ Ιακωβ
Unchecked Copy BoxDeu 33:21 - καὶ εἶδεν ἀπαρχὴν αὐτοῦ ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν δικαιοσύνην G1343 κύριος ἐποίησεν καὶ κρίσιν αὐτοῦ μετὰ Ισραηλ
Unchecked Copy BoxJdg 5:11 - φθέγξασθε φωνὴν ἀνακρουομένων ἀνὰ μέσον εὐφραινομένων ἐκεῖ δώσουσιν δικαιοσύνην G1343 κυρίῳ δίκαιοι ἐνίσχυσαν ἐν τῷ Ισραηλ τότε κατέβη εἰς τὰς πόλεις αὐτοῦ λαὸς κυρίου
Unchecked Copy Box1Sa 2:10 - κύριος ἀσθενῆ ποιήσει ἀντίδικον αὐτοῦ κύριος ἅγιος μὴ καυχάσθω φρόνιμος ἐν τῇ φρονήσει αὐτοῦ καὶ μὴ καυχάσθω δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ καὶ μὴ καυχάσθω πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ ἀλλ᾽ ἐν τούτῳ καυχάσθω καυχώμενος συνίειν καὶ γινώσκειν τὸν κύριον καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην G1343 ἐν μέσῳ τῆς γῆς κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν αὐτὸς κρινεῖ ἄκρα γῆς καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ
Unchecked Copy Box1Sa 12:7 - καὶ νῦν κατάστητε καὶ δικάσω ὑμᾶς ἐνώπιον κυρίου καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην G1343 κυρίου ἐποίησεν ἐν ὑμῖν καὶ ἐν τοῖς πατράσιν ὑμῶν
Unchecked Copy Box2Sa 8:15 - καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ Ισραηλ καὶ ἦν Δαυιδ ποιῶν κρίμα καὶ δικαιοσύνην G1343 ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ
Unchecked Copy Box2Sa 22:21 - καὶ ἀνταπέδωκέν μοι κύριος κατὰ τὴν δικαιοσύνην G1343 μου κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταπέδωκέν μοι
Unchecked Copy Box2Sa 22:25 - καὶ ἀποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην G1343 μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ
Unchecked Copy Box1Ki 8:32 - καὶ σὺ εἰσακούσει ἐκ τοῦ οὐρανοῦ καὶ ποιήσεις καὶ κρινεῖς τὸν λαόν σου Ισραηλ ἀνομηθῆναι ἄνομον δοῦναι τὴν ὁδὸν αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ καὶ τοῦ δικαιῶσαι δίκαιον δοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην G1343 αὐτοῦ
Unchecked Copy Box1Ch 18:14 - καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ πάντα Ισραηλ καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην G1343 τῷ παντὶ λαῷ αὐτοῦ
Unchecked Copy Box1Ch 29:17 - καὶ ἔγνων κύριε ὅτι σὺ εἶ ἐτάζων καρδίας καὶ δικαιοσύνην G1343 ἀγαπᾷς ἐν ἁπλότητι καρδίας προεθυμήθην πάντα ταῦτα καὶ νῦν τὸν λαόν σου τὸν εὑρεθέντα ὧδε εἶδον ἐν εὐφροσύνῃ προθυμηθέντα σοι
Unchecked Copy Box2Ch 6:23 - καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ποιήσεις καὶ κρινεῖς τοὺς δούλους σου τοῦ ἀποδοῦναι τῷ ἀνόμῳ καὶ ἀποδοῦναι ὁδοὺς αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ τοῦ δικαιῶσαι δίκαιον τοῦ ἀποδοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην G1343 αὐτοῦ
Unchecked Copy Box2Ch 9:8 - ἔστω κύριος θεός σου ηὐλογημένος ὃς ἠθέλησέν σοι τοῦ δοῦναί σε ἐπὶ θρόνον αὐτοῦ εἰς βασιλέα τῷ κυρίῳ θεῷ σου ἐν τῷ ἀγαπῆσαι κύριον τὸν θεόν σου τὸν Ισραηλ τοῦ στῆσαι αὐτὸν εἰς αἰῶνα καὶ ἔδωκέν σε ἐπ᾽ αὐτοὺς εἰς βασιλέα τοῦ ποιῆσαι κρίμα καὶ δικαιοσύνην G1343
Unchecked Copy BoxJob 29:14 - δικαιοσύνην G1343 δὲ ἐνεδεδύκειν ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοΐδι
Unchecked Copy BoxJob 33:26 - εὐξάμενος δὲ πρὸς κύριον καὶ δεκτὰ αὐτῷ ἔσται εἰσελεύσεται δὲ προσώπῳ καθαρῷ σὺν ἐξηγορίᾳ ἀποδώσει δὲ ἀνθρώποις δικαιοσύνην G1343
Unchecked Copy BoxPsa 7:8 - (LXX 7:9)κύριος κρινεῖ λαούς κρῖνόν με κύριε κατὰ τὴν δικαιοσύνην G1343 μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ᾽ ἐμοί
Unchecked Copy BoxPsa 7:17 - (LXX 7:18)ἐξομολογήσομαι κυρίῳ κατὰ τὴν δικαιοσύνην G1343 αὐτοῦ καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου
Unchecked Copy BoxPsa 9:4 - (LXX 9:5)ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου ἐκάθισας ἐπὶ θρόνου κρίνων δικαιοσύνην G1343
Unchecked Copy BoxPsa 15:2 - (LXX 14:2)πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην G1343 λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ
Unchecked Copy BoxPsa 18:20 - (LXX 17:21)καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην G1343 μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι
Unchecked Copy BoxPsa 18:24 - (LXX 17:25)καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην G1343 μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ
Unchecked Copy BoxPsa 22:31 - (LXX 21:32)καὶ ἀναγγελοῦσιν τὴν δικαιοσύνην G1343 αὐτοῦ λαῷ τῷ τεχθησομένῳ ὅτι ἐποίησεν κύριος
Unchecked Copy BoxPsa 35:24 - (LXX 34:24)κρῖνόν με κατὰ τὴν δικαιοσύνην G1343 σου κύριε θεός μου καὶ μὴ ἐπιχαρείησάν μοι
Unchecked Copy BoxPsa 35:27 - (LXX 34:27)ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην G1343 μου καὶ εἰπάτωσαν διὰ παντός μεγαλυνθήτω κύριος οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ
Unchecked Copy BoxPsa 35:28 - (LXX 34:28)καὶ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην G1343 σου ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου
Unchecked Copy BoxPsa 36:10 - (LXX 35:11)παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε καὶ τὴν δικαιοσύνην G1343 σου τοῖς εὐθέσι τῇ καρδίᾳ
Unchecked Copy BoxPsa 37:6 - (LXX 36:6)καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην G1343 σου καὶ τὸ κρίμα σου ὡς μεσημβρίαν
Unchecked Copy BoxPsa 38:20 - (LXX 37:21)οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με ἐπεὶ κατεδίωκον δικαιοσύνην G1343 καὶ ἀπέρριψάν με τὸν ἀγαπητὸν ὡσεὶ νεκρὸν ἐβδελυγμένον
Unchecked Copy BoxPsa 40:9 - (LXX 39:10)εὐηγγελισάμην δικαιοσύνην G1343 ἐν ἐκκλησίᾳ μεγάλῃ ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω κύριε σὺ ἔγνως
Unchecked Copy BoxPsa 40:10 - (LXX 39:11)τὴν δικαιοσύνην G1343 σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς
Unchecked Copy BoxPsa 45:7 - (LXX 44:8)ἠγάπησας δικαιοσύνην G1343 καὶ ἐμίσησας ἀνομίαν διὰ τοῦτο ἔχρισέν σε θεὸς θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου
Unchecked Copy BoxPsa 50:6 - (LXX 49:6)καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην G1343 αὐτοῦ ὅτι θεὸς κριτής ἐστιν διάψαλμα
Unchecked Copy BoxPsa 51:14 - (LXX 50:16)ῥῦσαί με ἐξ αἱμάτων θεὸς θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται γλῶσσά μου τὴν δικαιοσύνην G1343 σου
Unchecked Copy BoxPsa 52:3 - (LXX 51:5)ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην G1343 διάψαλμα
Unchecked Copy BoxPsa 58:1 - (LXX 57:1)εἰς τὸ τέλος μὴ διαφθείρῃς τῷ Δαυιδ εἰς στηλογραφίαν (57:2)εἰ ἀληθῶς ἄρα δικαιοσύνην G1343 λαλεῖτε εὐθεῖα κρίνετε οἱ υἱοὶ τῶν ἀνθρώπων
Unchecked Copy BoxPsa 71:15 - (LXX 70:15)τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην G1343 σου ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου ὅτι οὐκ ἔγνων γραμματείας
Unchecked Copy BoxPsa 71:18 - (LXX 70:18)καὶ ἕως γήρους καὶ πρεσβείου ὁ θεός μὴ ἐγκαταλίπῃς με ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην G1343 σου
Unchecked Copy BoxPsa 71:24 - (LXX 70:24)ἔτι δὲ καὶ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην G1343 σου ὅταν αἰσχυνθῶσιν καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι
Unchecked Copy BoxPsa 72:1 - (LXX 71:1)εἰς Σαλωμων ὁ θεός τὸ κρίμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην G1343 σου τῷ υἱῷ τοῦ βασιλέως
Unchecked Copy BoxPsa 97:6 - (LXX 96:6)ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην G1343 αὐτοῦ καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ
Unchecked Copy BoxPsa 98:2 - (LXX 97:2)ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην G1343 αὐτοῦ
Unchecked Copy BoxPsa 99:4 - (LXX 98:4)καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ σὺ ἡτοίμασας εὐθύτητας κρίσιν καὶ δικαιοσύνην G1343 ἐν Ιακωβ σὺ ἐποίησας
Unchecked Copy BoxPsa 106:3 - (LXX 105:3)μακάριοι οἱ φυλάσσοντες κρίσιν καὶ ποιοῦντες δικαιοσύνην G1343 ἐν παντὶ καιρῷ
Unchecked Copy BoxPsa 106:31 - (LXX 105:31)καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην G1343 εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος
Unchecked Copy BoxPsa 119:121 - (LXX 118:121)ιϝʹ αιν ἐποίησα κρίμα καὶ δικαιοσύνην G1343 μὴ παραδῷς με τοῖς ἀδικοῦσίν με
Unchecked Copy BoxPsa 119:138 - (LXX 118:138)ἐνετείλω δικαιοσύνην G1343 τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα
Unchecked Copy BoxPsa 132:9 - (LXX 131:9)οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην G1343 καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται
Unchecked Copy BoxPro 1:3 - δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην G1343 ἀληθῆ καὶ κρίμα κατευθύνειν
Unchecked Copy BoxPro 2:9 - τότε συνήσεις δικαιοσύνην G1343 καὶ κρίμα καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς
Unchecked Copy BoxPro 8:15 - δι᾽ ἐμοῦ βασιλεῖς βασιλεύουσιν καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην G1343
Unchecked Copy BoxPro 11:21 - χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται δὲ σπείρων δικαιοσύνην G1343 λήμψεται μισθὸν πιστόν
Unchecked Copy BoxPro 15:9 - βδέλυγμα κυρίῳ ὁδοὶ ἀσεβοῦς διώκοντας δὲ δικαιοσύνην G1343 ἀγαπᾷ
Unchecked Copy BoxIsa 5:7 - γὰρ ἀμπελὼν κυρίου σαβαωθ οἶκος τοῦ Ισραηλ ἐστίν καὶ ἄνθρωπος τοῦ Ιουδα νεόφυτον ἠγαπημένον ἔμεινα τοῦ ποιῆσαι κρίσιν ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην G1343 ἀλλὰ κραυγήν
Unchecked Copy BoxIsa 16:5 - καὶ διορθωθήσεται μετ᾽ ἐλέους θρόνος καὶ καθίεται ἐπ᾽ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυιδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην G1343
Unchecked Copy BoxIsa 26:2 - ἀνοίξατε πύλας εἰσελθάτω λαὸς φυλάσσων δικαιοσύνην G1343 καὶ φυλάσσων ἀλήθειαν
Unchecked Copy BoxIsa 26:9 - ἐπιθυμεῖ ψυχὴ ἡμῶν ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ θεός διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς δικαιοσύνην G1343 μάθετε οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς
Unchecked Copy BoxIsa 26:10 - πέπαυται γὰρ ἀσεβής οὐ μὴ μάθῃ δικαιοσύνην G1343 ἐπὶ τῆς γῆς ἀλήθειαν οὐ μὴ ποιήσῃ ἀρθήτω ἀσεβής ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου
Unchecked Copy BoxIsa 38:19 - οἱ ζῶντως εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω ἀναγγελοῦσιν τὴν δικαιοσύνην G1343 σου
Unchecked Copy BoxIsa 41:2 - τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην G1343 ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ καὶ πορεύσεται δώσει ἐναντίον ἐθνῶν καὶ βασιλεῖς ἐκστήσει καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν
Unchecked Copy BoxIsa 45:8 - εὐφρανθήτω οὐρανὸς ἄνωθεν καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην G1343 ἀνατειλάτω γῆ ἔλεος καὶ δικαιοσύνην G1343 ἀνατειλάτω ἅμα ἐγώ εἰμι κύριος κτίσας σε
Unchecked Copy BoxIsa 45:19 - οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ οὐκ εἶπα τῷ σπέρματι Ιακωβ μάταιον ζητήσατε ἐγώ εἰμι ἐγώ εἰμι κύριος λαλῶν δικαιοσύνην G1343 καὶ ἀναγγέλλων ἀλήθειαν
Unchecked Copy BoxIsa 46:13 - ἤγγισα τὴν δικαιοσύνην G1343 μου καὶ τὴν σωτηρίαν τὴν παρ᾽ ἐμοῦ οὐ βραδυνῶ δέδωκα ἐν Σιων σωτηρίαν τῷ Ισραηλ εἰς δόξασμα
Unchecked Copy BoxIsa 49:13 - εὐφραίνεσθε οὐρανοί καὶ ἀγαλλιάσθω γῆ ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην καὶ οἱ βουνοὶ δικαιοσύνην G1343 ὅτι ἠλέησεν θεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν
Unchecked Copy BoxIsa 56:1 - τάδε λέγει κύριος φυλάσσεσθε κρίσιν ποιήσατε δικαιοσύνην G1343 ἤγγισεν γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι
Unchecked Copy BoxIsa 57:12 - κἀγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην G1343 μου καὶ τὰ κακά σου οὐκ ὠφελήσουσίν σε
Unchecked Copy BoxIsa 58:2 - ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσιν καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν ὡς λαὸς δικαιοσύνην G1343 πεποιηκὼς καὶ κρίσιν θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπὼς αἰτοῦσίν με νῦν κρίσιν δικαίαν καὶ ἐγγίζειν θεῷ ἐπιθυμοῦσιν
Unchecked Copy BoxIsa 59:17 - καὶ ἐνεδύσατο δικαιοσύνην G1343 ὡς θώρακα καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον
Unchecked Copy BoxIsa 61:8 - ἐγὼ γάρ εἰμι κύριος ἀγαπῶν δικαιοσύνην G1343 καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς
Unchecked Copy BoxIsa 61:11 - καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ οὕτως ἀνατελεῖ κύριος δικαιοσύνην G1343 καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν
Unchecked Copy BoxIsa 62:2 - καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην G1343 σου καὶ βασιλεῖς τὴν δόξαν σου καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν κύριος ὀνομάσει αὐτό
Unchecked Copy BoxIsa 63:1 - τίς οὗτος παραγινόμενος ἐξ Εδωμ ἐρύθημα ἱματίων ἐκ Βοσορ οὕτως ὡραῖος ἐν στολῇ βίᾳ μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην G1343 καὶ κρίσιν σωτηρίου
Unchecked Copy BoxJer 9:24 - (LXX 9:23)ἀλλ᾽ ἐν τούτῳ καυχάσθω καυχώμενος συνίειν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην G1343 ἐπὶ τῆς γῆς ὅτι ἐν τούτοις τὸ θέλημά μου λέγει κύριος
Unchecked Copy BoxJer 22:3 - τάδε λέγει κύριος ποιεῖτε κρίσιν καὶ δικαιοσύνην G1343 καὶ ἐξαιρεῖσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε καὶ μὴ ἀσεβεῖτε καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ
Unchecked Copy BoxJer 22:15 - μὴ βασιλεύσεις ὅτι σὺ παροξύνῃ ἐν Αχαζ τῷ πατρί σου οὐ φάγονται καὶ οὐ πίονται βέλτιον ἦν σε ποιεῖν κρίμα καὶ δικαιοσύνην G1343 καλήν
Unchecked Copy BoxJer 23:5 - ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἀναστήσω τῷ Δαυιδ ἀνατολὴν δικαίαν καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην G1343 ἐπὶ τῆς γῆς
Unchecked Copy BoxEze 18:5 - δὲ ἄνθρωπος ὃς ἔσται δίκαιος ποιῶν κρίμα καὶ δικαιοσύνην G1343
Unchecked Copy BoxEze 18:17 - καὶ ἀπ᾽ ἀδικίας ἀπέστρεψε τὴν χεῖρα αὐτοῦ τόκον οὐδὲ πλεονασμὸν οὐκ ἔλαβεν δικαιοσύνην G1343 ἐποίησεν καὶ ἐν τοῖς προστάγμασίν μου ἐπορεύθη οὐ τελευτήσει ἐν ἀδικίαις πατρὸς αὐτοῦ ζωῇ ζήσεται
Unchecked Copy BoxEze 18:19 - καὶ ἐρεῖτε τί ὅτι οὐκ ἔλαβεν τὴν ἀδικίαν υἱὸς τοῦ πατρὸς αὐτοῦ ὅτι υἱὸς δικαιοσύνην G1343 καὶ ἔλεος ἐποίησεν πάντα τὰ νόμιμά μου συνετήρησεν καὶ ἐποίησεν αὐτά ζωῇ ζήσεται
Unchecked Copy BoxEze 18:21 - καὶ ἄνομος ἐὰν ἀποστρέψῃ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησεν καὶ φυλάξηται πάσας τὰς ἐντολάς μου καὶ ποιήσῃ δικαιοσύνην G1343 καὶ ἔλεος ζωῇ ζήσεται οὐ μὴ ἀποθάνῃ
Unchecked Copy BoxEze 18:27 - καὶ ἐν τῷ ἀποστρέψαι ἄνομον ἀπὸ τῆς ἀνομίας αὐτοῦ ἧς ἐποίησεν καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην G1343 οὗτος τὴν ψυχὴν αὐτοῦ ἐφύλαξεν
Unchecked Copy BoxEze 33:14 - καὶ ἐν τῷ εἶπαί με τῷ ἀσεβεῖ θανάτῳ θανατωθήσῃ καὶ ἀποστρέψῃ ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην G1343
Unchecked Copy BoxEze 33:16 - πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ ἃς ἥμαρτεν οὐ μὴ ἀναμνησθῶσιν ὅτι κρίμα καὶ δικαιοσύνην G1343 ἐποίησεν ἐν αὐτοῖς ζήσεται
Unchecked Copy BoxEze 33:19 - καὶ ἐν τῷ ἀποστρέψαι τὸν ἁμαρτωλὸν ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην G1343 ἐν αὐτοῖς αὐτὸς ζήσεται
Unchecked Copy BoxEze 45:9 - τάδε λέγει κύριος θεός ἱκανούσθω ὑμῖν οἱ ἀφηγούμενοι τοῦ Ισραηλ ἀδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε καὶ κρίμα καὶ δικαιοσύνην G1343 ποιήσατε ἐξάρατε καταδυναστείαν ἀπὸ τοῦ λαοῦ μου λέγει κύριος θεός
Unchecked Copy BoxDan 9:24 - ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου τοῦ συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ ἀπαλεῖψαι τὰς ἀνομίας καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην G1343 αἰώνιον καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων
Unchecked Copy BoxHos 10:12 - σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην G1343 τρυγήσατε εἰς καρπὸν ζωῆς φωτίσατε ἑαυτοῖς φῶς γνώσεως ἐκζητήσατε τὸν κύριον ἕως τοῦ ἐλθεῖν γενήματα δικαιοσύνης G1343 ὑμῖν
Unchecked Copy BoxJoe 2:23 - καὶ τὰ τέκνα Σιων χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ τῷ κυρίῳ θεῷ ὑμῶν διότι ἔδωκεν ὑμῖν τὰ βρώματα εἰς δικαιοσύνην G1343 καὶ βρέξει ὑμῖν ὑετὸν πρόιμον καὶ ὄψιμον καθὼς ἔμπροσθεν
Unchecked Copy BoxAmo 5:7 - (LXX 5:7)κύριος ποιῶν εἰς ὕψος κρίμα καὶ δικαιοσύνην G1343 εἰς γῆν ἔθηκεν
Unchecked Copy BoxMic 7:9 - (LXX 7:9)ὀργὴν κυρίου ὑποίσω ὅτι ἥμαρτον αὐτῷ ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου καὶ ποιήσει τὸ κρίμα μου καὶ ἐξάξει με εἰς τὸ φῶς ὄψομαι τὴν δικαιοσύνην G1343 αὐτοῦ
Unchecked Copy BoxZep 2:3 - (LXX 2:3)ζητήσατε τὸν κύριον πάντες ταπεινοὶ γῆς κρίμα ἐργάζεσθε καὶ δικαιοσύνην G1343 ζητήσατε καὶ ἀποκρίνεσθε αὐτά ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς κυρίου
BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan