LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Strong's
Red Letter
The Blue Letter Bible

LXX Concordance for θυμοῦ

toggle collapse
Choose a new font size and typeface
θυμοῦ — 70x G2372 θυμός
Showing Results For:
N-GSM
Occurrences: 70 times in 69 verses
Speech: Noun
Parsing: Genitive Singular Masculine
Unchecked Copy BoxExo 11:8 - καὶ καταβήσονται πάντες οἱ παῖδές σου οὗτοι πρός με καὶ προκυνήσουσίν με λέγοντες ἔξελθε σὺ καὶ πᾶς λαός σου οὗ σὺ ἀφηγῇ καὶ μετὰ ταῦτα ἐξελεύσομαι ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραω μετὰ θυμοῦ G2372
Unchecked Copy BoxExo 15:8 - καὶ διὰ πνεύματος τοῦ θυμοῦ G2372 σου διέστη τὸ ὕδωρ ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης
Unchecked Copy BoxExo 32:12 - μήποτε εἴπωσιν οἱ Αἰγύπτιοι λέγοντες μετὰ πονηρίας ἐξήγαγεν αὐτοὺς ἀποκτεῖναι ἐν τοῖς ὄρεσιν καὶ ἐξαναλῶσαι αὐτοὺς ἀπὸ τῆς γῆς παῦσαι τῆς ὀργῆς τοῦ θυμοῦ G2372 σου καὶ ἵλεως γενοῦ ἐπὶ τῇ κακίᾳ τοῦ λαοῦ σου
Unchecked Copy BoxNum 12:9 - καὶ ὀργὴ θυμοῦ G2372 κυρίου ἐπ᾽ αὐτοῖς καὶ ἀπῆλθεν
Unchecked Copy BoxNum 25:4 - καὶ εἶπεν κύριος τῷ Μωυσῇ λαβὲ πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον αὐτοὺς κυρίῳ ἀπέναντι τοῦ ἡλίου καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ G2372 κυρίου ἀπὸ Ισραηλ
Unchecked Copy BoxDeu 13:17 - (LXX 13:18)οὐ προσκολληθήσεται ἐν τῇ χειρί σου οὐδὲν ἀπὸ τοῦ ἀναθέματος ἵνα ἀποστραφῇ κύριος ἀπὸ θυμοῦ G2372 τῆς ὀργῆς αὐτοῦ καὶ δώσει σοι ἔλεος καὶ ἐλεήσει σε καὶ πληθυνεῖ σε ὃν τρόπον ὤμοσεν κύριος τοῖς πατράσιν σου
Unchecked Copy BoxDeu 32:22 - ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ G2372 μου καυθήσεται ἕως ᾅδου κάτω καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς φλέξει θεμέλια ὀρέων
Unchecked Copy BoxDeu 32:24 - τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων καὶ ὀπισθότονος ἀνίατος ὀδόντας θηρίων ἀποστελῶ εἰς αὐτοὺς μετὰ θυμοῦ G2372 συρόντων ἐπὶ γῆς
Unchecked Copy BoxJos 7:26 - καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων μέγαν καὶ ἐπαύσατο κύριος τοῦ θυμοῦ G2372 τῆς ὀργῆς διὰ τοῦτο ἐπωνόμασεν αὐτὸ Εμεκαχωρ ἕως τῆς ἡμέρας ταύτης
Unchecked Copy Box1Sa 20:34 - καὶ ἀνεπήδησεν Ιωναθαν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ G2372 καὶ οὐκ ἔφαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ἄρτον ὅτι ἐθραύσθη ἐπὶ τὸν Δαυιδ ὅτι συνετέλεσεν ἐπ᾽ αὐτὸν πατὴρ αὐτοῦ
Unchecked Copy Box2Sa 22:16 - καὶ ὤφθησαν ἀφέσεις θαλάσσης καὶ ἀπεκαλύφθη θεμέλια τῆς οἰκουμένης ἐν τῇ ἐπιτιμήσει κυρίου ἀπὸ πνοῆς πνεύματος θυμοῦ G2372 αὐτοῦ
Unchecked Copy Box2Ki 23:26 - πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ θυμοῦ G2372 ὀργῆς αὐτοῦ τοῦ μεγάλου οὗ ἐθυμώθη ὀργὴ αὐτοῦ ἐν τῷ Ιουδα ἐπὶ τοὺς παροργισμούς οὓς παρώργισεν αὐτὸν Μανασσης
Unchecked Copy Box2Ch 25:10 - καὶ διεχώρισεν Αμασιας τῇ δυνάμει τῇ ἐλθούσῃ πρὸς αὐτὸν ἀπὸ Εφραιμ ἀπελθεῖν εἰς τὸν τόπον αὐτῶν καὶ ἐθυμώθησαν σφόδρα ἐπὶ Ιουδαν καὶ ἐπέστρεψαν εἰς τὸν τόπον αὐτῶν ἐν ὀργῇ θυμοῦ G2372
Unchecked Copy Box2Ch 28:11 - καὶ νῦν ἀκούσατέ μου καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλωτεύσατε τῶν ἀδελφῶν ὑμῶν ὅτι ὀργὴ θυμοῦ G2372 κυρίου ἐφ᾽ ὑμῖν
Unchecked Copy Box2Ch 28:13 - καὶ εἶπαν αὐτοῖς οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὧδε πρὸς ἡμᾶς ὅτι εἰς τὸ ἁμαρτάνειν τῷ κυρίῳ ἐφ᾽ ἡμᾶς ὑμεῖς λέγετε προσθεῖναι ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐπὶ τὴν ἄγνοιαν ὅτι πολλὴ ἁμαρτία ἡμῶν καὶ ὀργὴ θυμοῦ G2372 κυρίου ἐπὶ τὸν Ισραηλ
Unchecked Copy Box2Ch 29:10 - ἐπὶ τούτοις νῦν ἐστιν ἐπὶ καρδίας διαθέσθαι διαθήκην κυρίου θεοῦ Ισραηλ καὶ ἀποστρέψει τὴν ὀργὴν θυμοῦ G2372 αὐτοῦ ἀφ᾽ ἡμῶν
Unchecked Copy Box2Ch 35:19 - τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ιωσια
Unchecked Copy BoxEzr 10:14 - στήτωσαν δὴ οἱ ἄρχοντες ἡμῶν τῇ πάσῃ ἐκκλησίᾳ καὶ πάντες οἱ ἐν πόλεσιν ἡμῶν ὃς ἐκάθισεν γυναῖκας ἀλλοτρίας ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συνταγῶν καὶ μετ᾽ αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταὶ τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ G2372 θεοῦ ἡμῶν ἐξ ἡμῶν περὶ τοῦ ῥήματος τούτου
Unchecked Copy BoxEst 2:1 - καὶ μετὰ τοὺς λόγους τούτους ἐκόπασεν βασιλεὺς τοῦ θυμοῦ G2372 καὶ οὐκέτι ἐμνήσθη τῆς Αστιν μνημονεύων οἷα ἐλάλησεν καὶ ὡς κατέκρινεν αὐτήν
Unchecked Copy BoxEst 5:1 - καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ὡς ἐπαύσατο προσευχομένη ἐξεδύσατο τὰ ἱμάτια τῆς θεραπείας καὶ περιεβάλετο τὴν δόξαν αὐτῆς
Unchecked Copy BoxEst 5:1 - (LXX 5:1a)καὶ γενηθεῖσα ἐπιφανὴς ἐπικαλεσαμένη τὸν πάντων ἐπόπτην θεὸν καὶ σωτῆρα παρέλαβεν τὰς δύο ἅβρας καὶ τῇ μὲν μιᾷ ἐπηρείδετο ὡς τρυφερευομένη ἡ δὲ ἑτέρα ἐπηκολούθει κουφίζουσα τὴν ἔνδυσιν αὐτῆς
Unchecked Copy BoxEst 5:1 - (LXX 5:1b)καὶ αὐτὴ ἐρυθριῶσα ἀκμῇ κάλλους αὐτῆς καὶ τὸ πρόσωπον αὐτῆς ἱλαρὸν ὡς προσφιλές δὲ καρδία αὐτῆς ἀπεστενωμένη ἀπὸ τοῦ φόβου
Unchecked Copy BoxEst 5:1 - (LXX 5:1c)καὶ εἰσελθοῦσα πάσας τὰς θύρας κατέστη ἐνώπιον τοῦ βασιλέως καὶ αὐτὸς ἐκάθητο ἐπὶ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ καὶ πᾶσαν στολὴν τῆς ἐπιφανείας αὐτοῦ ἐνεδεδύκει ὅλος διὰ χρυσοῦ καὶ λίθων πολυτελῶν καὶ ἦν φοβερὸς σφόδρα
Unchecked Copy BoxEst 5:1 - (LXX 5:1d)καὶ ἄρας τὸ πρόσωπον αὐτοῦ πεπυρωμένον δόξῃ ἐν ἀκμῇ θυμοῦ G2372 ἔβλεψεν καὶ ἔπεσεν βασίλισσα καὶ μετέβαλεν τὸ χρῶμα αὐτῆς ἐν ἐκλύσει καὶ κατεπέκυψεν ἐπὶ τὴν κεφαλὴν τῆς ἅβρας τῆς προπορευομένης
Unchecked Copy BoxEst 5:1 - (LXX 5:1e)καὶ μετέβαλεν θεὸς τὸ πνεῦμα τοῦ βασιλέως εἰς πραΰτητα καὶ ἀγωνιάσας ἀνεπήδησεν ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὰς ἀγκάλας αὐτοῦ μέχρις οὗ κατέστη καὶ παρεκάλει αὐτὴν λόγοις εἰρηνικοῖς καὶ εἶπεν αὐτῇ
Unchecked Copy BoxEst 5:1 - (LXX 5:1f)τί ἐστιν Εσθηρ ἐγὼ ἀδελφός σου θάρσει οὐ μὴ ἀποθάνῃς ὅτι κοινὸν τὸ πρόσταγμα ἡμῶν ἐστιν πρόσελθε
Unchecked Copy BoxEst 7:10 - καὶ ἐκρεμάσθη Αμαν ἐπὶ τοῦ ξύλου ἡτοίμασεν Μαρδοχαίῳ καὶ τότε βασιλεὺς ἐκόπασεν τοῦ θυμοῦ G2372
Unchecked Copy BoxJob 13:13 - κωφεύσατε ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ G2372
Unchecked Copy BoxJob 37:2 - ἄκουε ἀκοὴν ἐν ὀργῇ θυμοῦ G2372 κυρίου καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται
Unchecked Copy BoxPsa 6:7 - (LXX 6:8)ἐταράχθη ἀπὸ θυμοῦ G2372 ὀφθαλμός μου ἐπαλαιώθην ἐν πᾶσιν τοῖς ἐχθροῖς μου
Unchecked Copy BoxPsa 78:49 - (LXX 77:49)ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ G2372 αὐτοῦ θυμὸν G2372 καὶ ὀργὴν καὶ θλῖψιν ἀποστολὴν δι᾽ ἀγγέλων πονηρῶν
Unchecked Copy BoxPsa 85:3 - (LXX 84:4)κατέπαυσας πᾶσαν τὴν ὀργήν σου ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ G2372 σου
Unchecked Copy BoxPsa 102:10 - (LXX 101:11)ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ G2372 σου ὅτι ἐπάρας κατέρραξάς με
Unchecked Copy BoxPro 20:2 - οὐ διαφέρει ἀπειλὴ βασιλέως θυμοῦ G2372 λέοντος δὲ παροξύνων αὐτὸν ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν
Unchecked Copy BoxEcc 2:23 - ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ G2372 περισπασμὸς αὐτοῦ καί γε ἐν νυκτὶ οὐ κοιμᾶται καρδία αὐτοῦ καί γε τοῦτο ματαιότης ἐστίν
Unchecked Copy BoxIsa 7:4 - καὶ ἐρεῖς αὐτῷ φύλαξαι τοῦ ἡσυχάσαι καὶ μὴ φοβοῦ μηδὲ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ G2372 μου γένηται πάλιν ἰάσομαι
Unchecked Copy BoxIsa 10:5 - οὐαὶ Ἀσσυρίοις ἡ ῥάβδος τοῦ θυμοῦ G2372 μου καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν
Unchecked Copy BoxIsa 13:9 - ἰδοὺ γὰρ ἡμέρα κυρίου ἀνίατος ἔρχεται θυμοῦ G2372 καὶ ὀργῆς θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς
Unchecked Copy BoxIsa 14:3 - καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναπαύσει σε θεὸς ἐκ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ G2372 σου καὶ τῆς δουλείας σου τῆς σκληρᾶς ἧς ἐδούλευσας αὐτοῖς
Unchecked Copy BoxIsa 14:6 - πατάξας ἔθνος θυμῷ G2372 πληγῇ ἀνιάτῳ παίων ἔθνος πληγὴν θυμοῦ G2372 οὐκ ἐφείσατο
Unchecked Copy BoxIsa 27:8 - μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς οὐ σὺ ἦσθα μελετῶν τῷ πνεύματι τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ G2372
Unchecked Copy BoxIsa 28:21 - ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαων μετὰ θυμοῦ G2372 ποιήσει τὰ ἔργα αὐτοῦ πικρίας ἔργον δὲ θυμὸς G2372 αὐτοῦ ἀλλοτρίως χρήσεται καὶ πικρία αὐτοῦ ἀλλοτρία
Unchecked Copy BoxIsa 30:27 - ἰδοὺ τὸ ὄνομα κυρίου διὰ χρόνου ἔρχεται πολλοῦ καιόμενος θυμός G2372 μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ τὸ λόγιον ὀργῆς πλῆρες καὶ ὀργὴ τοῦ θυμοῦ G2372 ὡς πῦρ ἔδεται
Unchecked Copy BoxIsa 30:30 - καὶ ἀκουστὴν ποιήσει θεὸς τὴν δόξαν τῆς φωνῆς αὐτοῦ καὶ τὸν θυμὸν G2372 τοῦ βραχίονος αὐτοῦ δείξει μετὰ θυμοῦ G2372 καὶ ὀργῆς καὶ φλογὸς κατεσθιούσης κεραυνώσει βιαίως καὶ ὡς ὕδωρ καὶ χάλαζα συγκαταφερομένη βίᾳ
Unchecked Copy BoxIsa 31:4 - ὅτι οὕτως εἶπέν μοι κύριος ὃν τρόπον ἐὰν βοήσῃ λέων σκύμνος ἐπὶ τῇ θήρᾳ ἔλαβεν καὶ κεκράξῃ ἐπ᾽ αὐτῇ ἕως ἂν ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ καὶ ἡττήθησαν καὶ τὸ πλῆθος τοῦ θυμοῦ G2372 ἐπτοήθησαν οὕτως καταβήσεται κύριος σαβαωθ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος τὸ Σιων ἐπὶ τὰ ὄρη αὐτῆς
Unchecked Copy BoxIsa 42:25 - καὶ ἐπήγαγεν ἐπ᾽ αὐτοὺς ὀργὴν θυμοῦ G2372 αὐτοῦ καὶ κατίσχυσεν αὐτοὺς πόλεμος καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν οὐδὲ ἔθεντο ἐπὶ ψυχήν
Unchecked Copy BoxIsa 51:13 - καὶ ἐπελάθου θεὸν τὸν ποιήσαντά σε τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γῆν καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ θυμοῦ G2372 τοῦ θλίβοντός σε ὃν τρόπον γὰρ ἐβουλεύσατο τοῦ ἆραί σε καὶ νῦν ποῦ θυμὸς G2372 τοῦ θλίβοντός σε
Unchecked Copy BoxIsa 51:17 - ἐξεγείρου ἐξεγείρου ἀνάστηθι Ιερουσαλημ πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ G2372 ἐκ χειρὸς κυρίου τὸ ποτήριον γὰρ τῆς πτώσεως τὸ κόνδυ τοῦ θυμοῦ G2372 ἐξέπιες καὶ ἐξεκένωσας
Unchecked Copy BoxIsa 51:20 - οἱ υἱοί σου οἱ ἀπορούμενοι οἱ καθεύδοντες ἐπ᾽ ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεφθον οἱ πλήρεις θυμοῦ G2372 κυρίου ἐκλελυμένοι διὰ κυρίου τοῦ θεοῦ
Unchecked Copy BoxIsa 51:22 - οὕτως λέγει κύριος θεὸς κρίνων τὸν λαὸν αὐτοῦ ἰδοὺ εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως τὸ κόνδυ τοῦ θυμοῦ G2372 καὶ οὐ προσθήσῃ ἔτι πιεῖν αὐτό
Unchecked Copy BoxIsa 59:19 - καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου καὶ οἱ ἀπ᾽ ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον ἥξει γὰρ ὡς ποταμὸς βίαιος ὀργὴ παρὰ κυρίου ἥξει μετὰ θυμοῦ G2372
Unchecked Copy BoxIsa 65:5 - οἱ λέγοντες πόρρω ἀπ᾽ ἐμοῦ μὴ ἐγγίσῃς μου ὅτι καθαρός εἰμι οὗτος καπνὸς τοῦ θυμοῦ G2372 μου πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας
Unchecked Copy BoxJer 4:26 - εἶδον καὶ ἰδοὺ Κάρμηλος ἔρημος καὶ πᾶσαι αἱ πόλεις ἐμπεπυρισμέναι πυρὶ ἀπὸ προσώπου κυρίου καὶ ἀπὸ προσώπου ὀργῆς θυμοῦ G2372 αὐτοῦ ἠφανίσθησαν
Unchecked Copy BoxJer 15:14 - καὶ καταδουλώσω σε κύκλῳ τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ οὐκ ᾔδεις ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ G2372 μου ἐφ᾽ ὑμᾶς καυθήσεται
Unchecked Copy BoxJer 18:23 - καὶ σύ κύριε ἔγνως ἅπασαν τὴν βουλὴν αὐτῶν ἐπ᾽ ἐμὲ εἰς θάνατον μὴ ἀθῳώσῃς τὰς ἀδικίας αὐτῶν καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου σου μὴ ἐξαλείψῃς γενέσθω ἀσθένεια αὐτῶν ἐναντίον σου ἐν καιρῷ θυμοῦ G2372 σου ποίησον ἐν αὐτοῖς
Unchecked Copy BoxJer 21:5 - καὶ πολεμήσω ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ θυμοῦ G2372 καὶ ὀργῆς καὶ παροργισμοῦ μεγάλου
Unchecked Copy BoxJer 25:37 - (LXX 32:37)καὶ παύσεται τὰ κατάλοιπα τῆς εἰρήνης ἀπὸ προσώπου ὀργῆς θυμοῦ G2372 μου
Unchecked Copy BoxJer 30:24 - (LXX 37:24)οὐ μὴ ἀποστραφῇ ὀργὴ θυμοῦ G2372 κυρίου ἕως ποιήσῃ καὶ ἕως καταστήσῃ ἐγχείρημα καρδίας αὐτοῦ ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν γνώσεσθε αὐτά
Unchecked Copy BoxJer 49:37 - (LXX 25:17)καὶ πτοήσω αὐτοὺς ἐναντίον τῶν ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὴν ψυχὴν αὐτῶν καὶ ἐπάξω ἐπ᾽ αὐτοὺς κακὰ κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ G2372 μου καὶ ἐπαποστελῶ ὀπίσω αὐτῶν τὴν μάχαιράν μου ἕως τοῦ ἐξαναλῶσαι αὐτούς
Unchecked Copy BoxLam 1:12 - οὐ πρὸς ὑμᾶς πάντες οἱ παραπορευόμενοι ὁδόν ἐπιστρέψατε καὶ ἴδετε εἰ ἔστιν ἄλγος κατὰ τὸ ἄλγος μου ἐγενήθη φθεγξάμενος ἐν ἐμοὶ ἐταπείνωσέν με κύριος ἐν ἡμέρᾳ ὀργῆς θυμοῦ G2372 αὐτοῦ
Unchecked Copy BoxLam 2:3 - συνέκλασεν ἐν ὀργῇ θυμοῦ G2372 αὐτοῦ πᾶν κέρας Ισραηλ ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ καὶ ἀνῆψεν ἐν Ιακωβ ὡς πῦρ φλόγα καὶ κατέφαγεν πάντα τὰ κύκλῳ
Unchecked Copy BoxLam 3:1 - ἐγὼ ἀνὴρ βλέπων πτωχείαν ἐν ῥάβδῳ θυμοῦ G2372 αὐτοῦ ἐπ᾽ ἐμέ
Unchecked Copy BoxEze 5:15 - καὶ ἔσῃ στενακτὴ καὶ δηλαϊστὴ ἐν τοῖς ἔθνεσιν τοῖς κύκλῳ σου ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα ἐν ἐκδικήσει θυμοῦ G2372 μου ἐγὼ κύριος λελάληκα
Unchecked Copy BoxEze 8:18 - καὶ ἐγὼ ποιήσω αὐτοῖς μετὰ θυμοῦ G2372 οὐ φείσεται ὀφθαλμός μου οὐδὲ μὴ ἐλεήσω
Unchecked Copy BoxEze 13:13 - διὰ τοῦτο τάδε λέγει κύριος καὶ ῥήξω πνοὴν ἐξαίρουσαν μετὰ θυμοῦ G2372 καὶ ὑετὸς κατακλύζων ἐν ὀργῇ μου ἔσται καὶ τοὺς λίθους τοὺς πετροβόλους ἐν θυμῷ G2372 ἐπάξω εἰς συντέλειαν
Unchecked Copy BoxEze 16:38 - καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδος καὶ ἐκχεούσης αἷμα καὶ θήσω σε ἐν αἵματι θυμοῦ G2372 καὶ ζήλου
Unchecked Copy BoxEze 23:25 - καὶ δώσω τὸν ζῆλόν μου ἐν σοί καὶ ποιήσουσιν μετὰ σοῦ ἐν ὀργῇ θυμοῦ G2372 μυκτῆρά σου καὶ ὦτά σου ἀφελοῦσιν καὶ τοὺς καταλοίπους σου ἐν ῥομφαίᾳ καταβαλοῦσιν αὐτοὶ υἱούς σου καὶ θυγατέρας σου λήμψονται καὶ τοὺς καταλοίπους σου πῦρ καταφάγεται
Unchecked Copy BoxEze 36:5 - διὰ τοῦτο τάδε λέγει κύριος κύριος εἰ μὴν ἐν πυρὶ θυμοῦ G2372 μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔθνη καὶ ἐπὶ τὴν Ιδουμαίαν πᾶσαν ὅτι ἔδωκαν τὴν γῆν μου ἑαυτοῖς εἰς κατάσχεσιν μετ᾽ εὐφροσύνης ἀτιμάσαντες ψυχὰς τοῦ ἀφανίσαι ἐν προνομῇ
Unchecked Copy BoxDan 3:19 - τότε Ναβουχοδονοσορ ἐπλήσθη θυμοῦ G2372 καὶ ὄψις τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδραχ Μισαχ καὶ Αβδεναγω καὶ εἶπεν ἐκκαῦσαι τὴν κάμινον ἑπταπλασίως ἕως οὗ εἰς τέλος ἐκκαῇ
Unchecked Copy BoxHos 11:9 - οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ G2372 μου οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειφθῆναι τὸν Εφραιμ διότι θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν
Unchecked Copy BoxJon 3:9 - (LXX 3:9)τίς οἶδεν εἰ μετανοήσει θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ G2372 αὐτοῦ καὶ οὐ μὴ ἀπολώμεθα
Unchecked Copy BoxNah 1:2 - (LXX 1:2)θεὸς ζηλωτὴς καὶ ἐκδικῶν κύριος ἐκδικῶν κύριος μετὰ θυμοῦ G2372 ἐκδικῶν κύριος τοὺς ὑπεναντίους αὐτοῦ καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτοῦ
Unchecked Copy BoxNah 1:6 - (LXX 1:6)ἀπὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται καὶ τίς ἀντιστήσεται ἐν ὀργῇ θυμοῦ G2372 αὐτοῦ θυμὸς G2372 αὐτοῦ τήκει ἀρχάς καὶ αἱ πέτραι διεθρύβησαν ἀπ᾽ αὐτοῦ
Unchecked Copy BoxZep 2:2 - (LXX 2:2)πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον πρὸ τοῦ ἐπελθεῖν ἐφ᾽ ὑμᾶς ὀργὴν κυρίου πρὸ τοῦ ἐπελθεῖν ἐφ᾽ ὑμᾶς ἡμέραν θυμοῦ G2372 κυρίου
Unchecked Copy BoxZep 3:8 - (LXX 3:8)διὰ τοῦτο ὑπόμεινόν με λέγει κύριος εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασιλεῖς τοῦ ἐκχέαι ἐπ᾽ αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ G2372 μου διότι ἐν πυρὶ ζήλους μου καταναλωθήσεται πᾶσα γῆ
LXX Occurrences
248x in 6 unique form(s)
θυμοῦ — 70x
BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan