LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Δανιήλ (Daniel) 2 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxDan 2:1 - ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας Ναβουχοδονοσορ ἠνυπνιάσθη Ναβουχοδονοσορ ἐνύπνιον καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ καὶ ὕπνος αὐτοῦ ἐγένετο ἀπ᾽ αὐτοῦ
Unchecked Copy BoxDan 2:2 - καὶ εἶπεν βασιλεὺς καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς καὶ τοὺς Χαλδαίους τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ καὶ ἦλθαν καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως
Unchecked Copy BoxDan 2:3 - καὶ εἶπεν αὐτοῖς βασιλεύς ἠνυπνιάσθην καὶ ἐξέστη τὸ πνεῦμά μου τοῦ γνῶναι τὸ ἐνύπνιον
Unchecked Copy BoxDan 2:4 - καὶ ἐλάλησαν οἱ Χαλδαῖοι τῷ βασιλεῖ Συριστί βασιλεῦ εἰς τοὺς αἰῶνας ζῆθι σὺ εἰπὸν τὸ ἐνύπνιον τοῖς παισίν σου καὶ τὴν σύγκρισιν ἀναγγελοῦμεν
Unchecked Copy BoxDan 2:5 - ἀπεκρίθη βασιλεὺς καὶ εἶπεν τοῖς Χαλδαίοις λόγος ἀπ᾽ ἐμοῦ ἀπέστη ἐὰν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ εἰς ἀπώλειαν ἔσεσθε καὶ οἱ οἶκοι ὑμῶν διαρπαγήσονται
Unchecked Copy BoxDan 2:6 - ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ μοι δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήμψεσθε παρ᾽ ἐμοῦ πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι
Unchecked Copy BoxDan 2:7 - ἀπεκρίθησαν δεύτερον καὶ εἶπαν βασιλεὺς εἰπάτω τὸ ἐνύπνιον τοῖς παισὶν αὐτοῦ καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελοῦμεν
Unchecked Copy BoxDan 2:8 - ἀπεκρίθη βασιλεὺς καὶ εἶπεν ἐπ᾽ ἀληθείας οἶδα ἐγὼ ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε καθότι εἴδετε ὅτι ἀπέστη ἀπ᾽ ἐμοῦ τὸ ῥῆμα
Unchecked Copy BoxDan 2:9 - ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἀναγγείλητέ μοι οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου ἕως οὗ καιρὸς παρέλθῃ τὸ ἐνύπνιόν μου εἴπατέ μοι καὶ γνώσομαι ὅτι τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖτέ μοι
Unchecked Copy BoxDan 2:10 - ἀπεκρίθησαν οἱ Χαλδαῖοι ἐνώπιον τοῦ βασιλέως καὶ λέγουσιν οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τῆς ξηρᾶς ὅστις τὸ ῥῆμα τοῦ βασιλέως δυνήσεται γνωρίσαι καθότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων ῥῆμα τοιοῦτο οὐκ ἐπερωτᾷ ἐπαοιδόν μάγον καὶ Χαλδαῖον
Unchecked Copy BoxDan 2:11 - ὅτι λόγος ὃν βασιλεὺς ἐπερωτᾷ βαρύς καὶ ἕτερος οὐκ ἔστιν ὃς ἀναγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως ἀλλ᾽ θεοί ὧν οὐκ ἔστιν κατοικία μετὰ πάσης σαρκός
Unchecked Copy BoxDan 2:12 - τότε βασιλεὺς ἐν θυμῷ καὶ ὀργῇ πολλῇ εἶπεν ἀπολέσαι πάντας τοὺς σοφοὺς Βαβυλῶνος
Unchecked Copy BoxDan 2:13 - καὶ τὸ δόγμα ἐξῆλθεν καὶ οἱ σοφοὶ ἀπεκτέννοντο καὶ ἐζήτησαν Δανιηλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν
Unchecked Copy BoxDan 2:14 - τότε Δανιηλ ἀπεκρίθη βουλὴν καὶ γνώμην τῷ Αριωχ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως ὃς ἐξῆλθεν ἀναιρεῖν τοὺς σοφοὺς Βαβυλῶνος
Unchecked Copy BoxDan 2:15 - ἄρχων τοῦ βασιλέως περὶ τίνος ἐξῆλθεν γνώμη ἀναιδὴς ἐκ προσώπου τοῦ βασιλέως ἐγνώρισεν δὲ τὸ ῥῆμα Αριωχ τῷ Δανιηλ
Unchecked Copy BoxDan 2:16 - καὶ Δανιηλ εἰσῆλθεν καὶ ἠξίωσεν τὸν βασιλέα ὅπως χρόνον δῷ αὐτῷ καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγείλῃ τῷ βασιλεῖ
Unchecked Copy BoxDan 2:17 - καὶ εἰσῆλθεν Δανιηλ εἰς τὸν οἶκον αὐτοῦ καὶ τῷ Ανανια καὶ τῷ Μισαηλ καὶ τῷ Αζαρια τοῖς φίλοις αὐτοῦ τὸ ῥῆμα ἐγνώρισεν
Unchecked Copy BoxDan 2:18 - καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ θεοῦ τοῦ οὐρανοῦ ὑπὲρ τοῦ μυστηρίου τούτου ὅπως ἂν μὴ ἀπόλωνται Δανιηλ καὶ οἱ φίλοι αὐτοῦ μετὰ τῶν ἐπιλοίπων σοφῶν Βαβυλῶνος
Unchecked Copy BoxDan 2:19 - τότε τῷ Δανιηλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη καὶ εὐλόγησεν τὸν θεὸν τοῦ οὐρανοῦ
Unchecked Copy BoxDan 2:20 - Δανιηλ καὶ εἶπεν εἴη τὸ ὄνομα τοῦ θεοῦ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ὅτι σοφία καὶ σύνεσις αὐτοῦ ἐστιν
Unchecked Copy BoxDan 2:21 - καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ διδοὺς σοφίαν τοῖς σοφοῖς καὶ φρόνησιν τοῖς εἰδόσιν σύνεσιν
Unchecked Copy BoxDan 2:22 - αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα γινώσκων τὰ ἐν τῷ σκότει καὶ τὸ φῶς μετ᾽ αὐτοῦ ἐστιν
Unchecked Copy BoxDan 2:23 - σοί θεὸς τῶν πατέρων μου ἐξομολογοῦμαι καὶ αἰνῶ ὅτι σοφίαν καὶ δύναμιν ἔδωκάς μοι καὶ νῦν ἐγνώρισάς μοι ἠξιώσαμεν παρὰ σοῦ καὶ τὸ ὅραμα τοῦ βασιλέως ἐγνώρισάς μοι
Unchecked Copy BoxDan 2:24 - καὶ ἦλθεν Δανιηλ πρὸς Αριωχ ὃν κατέστησεν βασιλεὺς ἀπολέσαι τοὺς σοφοὺς Βαβυλῶνος καὶ εἶπεν αὐτῷ τοὺς σοφοὺς Βαβυλῶνος μὴ ἀπολέσῃς εἰσάγαγε δέ με ἐνώπιον τοῦ βασιλέως καὶ τὴν σύγκρισιν τῷ βασιλεῖ ἀναγγελῶ
Unchecked Copy BoxDan 2:25 - τότε Αριωχ ἐν σπουδῇ εἰσήγαγεν τὸν Δανιηλ ἐνώπιον τοῦ βασιλέως καὶ εἶπεν αὐτῷ εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ιουδαίας ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ ἀναγγελεῖ
Unchecked Copy BoxDan 2:26 - καὶ ἀπεκρίθη βασιλεὺς καὶ εἶπεν τῷ Δανιηλ οὗ τὸ ὄνομα Βαλτασαρ εἰ δύνασαί μοι ἀναγγεῖλαι τὸ ἐνύπνιον εἶδον καὶ τὴν σύγκρισιν αὐτοῦ
Unchecked Copy BoxDan 2:27 - καὶ ἀπεκρίθη Δανιηλ ἐνώπιον τοῦ βασιλέως καὶ λέγει τὸ μυστήριον βασιλεὺς ἐπερωτᾷ οὐκ ἔστιν σοφῶν μάγων ἐπαοιδῶν γαζαρηνῶν ἀναγγεῖλαι τῷ βασιλεῖ
Unchecked Copy BoxDan 2:28 - ἀλλ᾽ ἔστιν θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια καὶ ἐγνώρισεν τῷ βασιλεῖ Ναβουχοδονοσορ ἃ δεῖ γενέσθαι ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τὸ ἐνύπνιόν σου καὶ αἱ ὁράσεις τῆς κεφαλῆς σου ἐπὶ τῆς κοίτης σου τοῦτό ἐστιν
Unchecked Copy BoxDan 2:29 - σὺ βασιλεῦ οἱ διαλογισμοί σου ἐπὶ τῆς κοίτης σου ἀνέβησαν τί δεῖ γενέσθαι μετὰ ταῦτα καὶ ἀποκαλύπτων μυστήρια ἐγνώρισέν σοι δεῖ γενέσθαι
Unchecked Copy BoxDan 2:30 - καὶ ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας τὸ μυστήριον τοῦτο ἀπεκαλύφθη ἀλλ᾽ ἕνεκεν τοῦ τὴν σύγκρισιν τῷ βασιλεῖ γνωρίσαι ἵνα τοὺς διαλογισμοὺς τῆς καρδίας σου γνῷς
Unchecked Copy BoxDan 2:31 - σύ βασιλεῦ ἐθεώρεις καὶ ἰδοὺ εἰκὼν μία μεγάλη εἰκὼν ἐκείνη καὶ πρόσοψις αὐτῆς ὑπερφερής ἑστῶσα πρὸ προσώπου σου καὶ ὅρασις αὐτῆς φοβερά
Unchecked Copy BoxDan 2:32 - εἰκών ἧς κεφαλὴ χρυσίου χρηστοῦ αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροῖ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ
Unchecked Copy BoxDan 2:33 - αἱ κνῆμαι σιδηραῖ οἱ πόδες μέρος τι σιδηροῦν καὶ μέρος τι ὀστράκινον
Unchecked Copy BoxDan 2:34 - ἐθεώρεις ἕως οὗ ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν καὶ ἐπάταξεν τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος
Unchecked Copy BoxDan 2:35 - τότε ἐλεπτύνθησαν εἰς ἅπαξ τὸ ὄστρακον ὁ σίδηρος χαλκός ἄργυρος χρυσὸς καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς καὶ λίθος πατάξας τὴν εἰκόνα ἐγενήθη ὄρος μέγα καὶ ἐπλήρωσεν πᾶσαν τὴν γῆν
Unchecked Copy BoxDan 2:36 - τοῦτό ἐστιν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἐροῦμεν ἐνώπιον τοῦ βασιλέως
Unchecked Copy BoxDan 2:37 - σύ βασιλεῦ βασιλεὺς βασιλέων θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν
Unchecked Copy BoxDan 2:38 - ἐν παντὶ τόπῳ ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων θηρία τε ἀγροῦ καὶ πετεινὰ οὐρανοῦ ἔδωκεν ἐν τῇ χειρί σου καὶ κατέστησέν σε κύριον πάντων σὺ εἶ κεφαλὴ χρυσῆ
Unchecked Copy BoxDan 2:39 - καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου καὶ βασιλεία τρίτη ἥτις ἐστὶν χαλκός κυριεύσει πάσης τῆς γῆς
Unchecked Copy BoxDan 2:40 - καὶ βασιλεία τετάρτη ἔσται ἰσχυρὰ ὡς σίδηρος ὃν τρόπον σίδηρος λεπτύνει καὶ δαμάζει πάντα οὕτως πάντα λεπτυνεῖ καὶ δαμάσει
Unchecked Copy BoxDan 2:41 - καὶ ὅτι εἶδες τοὺς πόδας καὶ τοὺς δακτύλους μέρος μέν τι ὀστράκινον μέρος δέ τι σιδηροῦν βασιλεία διῃρημένη ἔσται καὶ ἀπὸ τῆς ῥίζης τῆς σιδηρᾶς ἔσται ἐν αὐτῇ ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμειγμένον τῷ ὀστράκῳ
Unchecked Copy BoxDan 2:42 - καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν μέρος δέ τι ὀστράκινον μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρὸν καὶ ἀπ᾽ αὐτῆς ἔσται συντριβόμενον
Unchecked Copy BoxDan 2:43 - ὅτι εἶδες τὸν σίδηρον ἀναμεμειγμένον τῷ ὀστράκῳ συμμειγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων καὶ οὐκ ἔσονται προσκολλώμενοι οὗτος μετὰ τούτου καθὼς σίδηρος οὐκ ἀναμείγνυται μετὰ τοῦ ὀστράκου
Unchecked Copy BoxDan 2:44 - καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων ἀναστήσει θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται καὶ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας καὶ αὐτὴ ἀναστήσεται εἰς τοὺς αἰῶνας
Unchecked Copy BoxDan 2:45 - ὃν τρόπον εἶδες ὅτι ἀπὸ ὄρους ἐτμήθη λίθος ἄνευ χειρῶν καὶ ἐλέπτυνεν τὸ ὄστρακον τὸν σίδηρον τὸν χαλκόν τὸν ἄργυρον τὸν χρυσόν θεὸς μέγας ἐγνώρισεν τῷ βασιλεῖ δεῖ γενέσθαι μετὰ ταῦτα καὶ ἀληθινὸν τὸ ἐνύπνιον καὶ πιστὴ σύγκρισις αὐτοῦ
Unchecked Copy BoxDan 2:46 - τότε βασιλεὺς Ναβουχοδονοσορ ἔπεσεν ἐπὶ πρόσωπον καὶ τῷ Δανιηλ προσεκύνησεν καὶ μαναα καὶ εὐωδίας εἶπεν σπεῖσαι αὐτῷ
Unchecked Copy BoxDan 2:47 - καὶ ἀποκριθεὶς βασιλεὺς εἶπεν τῷ Δανιηλ ἐπ᾽ ἀληθείας θεὸς ὑμῶν αὐτός ἐστιν θεὸς θεῶν καὶ κύριος τῶν βασιλέων καὶ ἀποκαλύπτων μυστήρια ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο
Unchecked Copy BoxDan 2:48 - καὶ ἐμεγάλυνεν βασιλεὺς τὸν Δανιηλ καὶ δόματα μεγάλα καὶ πολλὰ ἔδωκεν αὐτῷ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης χώρας Βαβυλῶνος καὶ ἄρχοντα σατραπῶν ἐπὶ πάντας τοὺς σοφοὺς Βαβυλῶνος
Unchecked Copy BoxDan 2:49 - καὶ Δανιηλ ᾐτήσατο παρὰ τοῦ βασιλέως καὶ κατέστησεν ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος τὸν Σεδραχ Μισαχ Αβδεναγω καὶ Δανιηλ ἦν ἐν τῇ αὐλῇ τοῦ βασιλέως
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan