The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search MGNT

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

KATA IWANNHN (John) 17 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxJhn 17:1 - ταῦτα ἐλάλησεν Ἰησοῦς καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν πάτερ ἐλήλυθεν ἡ ὥρα δόξασόν σου τὸν υἱόν ἵνα ὁ υἱὸς δοξάσῃ σέ

Unchecked Copy BoxJhn 17:2 - καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον

Unchecked Copy BoxJhn 17:3 - αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν

Unchecked Copy BoxJhn 17:4 - ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω

Unchecked Copy BoxJhn 17:5 - καὶ νῦν δόξασόν με σύ πάτερ παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί

Unchecked Copy BoxJhn 17:6 - ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ ἦσαν κἀμοὶ αὐτοὺς ἔδωκας καὶ τὸν λόγον σου τετήρηκαν

Unchecked Copy BoxJhn 17:7 - νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ εἰσιν

Unchecked Copy BoxJhn 17:8 - ὅτι τὰ ῥήματα ἃ ἔδωκάς μοι δέδωκα αὐτοῖς καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας

Unchecked Copy BoxJhn 17:9 - ἐγὼ περὶ αὐτῶν ἐρωτῶ οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι ὅτι σοί εἰσιν

Unchecked Copy BoxJhn 17:10 - καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά καὶ δεδόξασμαι ἐν αὐτοῖς

Unchecked Copy BoxJhn 17:11 - καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ καὶ αὐτοὶ ἐν τῷ κόσμῳ εἰσίν κἀγὼ πρὸς σὲ ἔρχομαι πάτερ ἅγιε τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς

Unchecked Copy BoxJhn 17:12 - ὅτε ἤμην μετ’ αὐτῶν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι καὶ ἐφύλαξα καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας ἵνα ἡ γραφὴ πληρωθῇ

Unchecked Copy BoxJhn 17:13 - νῦν δὲ πρὸς σὲ ἔρχομαι καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς

Unchecked Copy BoxJhn 17:14 - ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου

Unchecked Copy BoxJhn 17:15 - οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ

Unchecked Copy BoxJhn 17:16 - ἐκ τοῦ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου

Unchecked Copy BoxJhn 17:17 - ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν

Unchecked Copy BoxJhn 17:18 - καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον

Unchecked Copy BoxJhn 17:19 - καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ

Unchecked Copy BoxJhn 17:20 - οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ

Unchecked Copy BoxJhn 17:21 - ἵνα πάντες ἓν ὦσιν καθὼς σύ πάτερ ἐν ἐμοὶ κἀγὼ ἐν σοί ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν ἵνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας

Unchecked Copy BoxJhn 17:22 - κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν

Unchecked Copy BoxJhn 17:23 - ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας

Unchecked Copy BoxJhn 17:24 - πάτερ ὃ δέδωκάς μοι θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετ’ ἐμοῦ ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν ἣν δέδωκάς μοι ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου

Unchecked Copy BoxJhn 17:25 - πάτερ δίκαιε καὶ ὁ κόσμος σε οὐκ ἔγνω ἐγὼ δέ σε ἔγνων καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας

Unchecked Copy BoxJhn 17:26 - καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to James Tauber who has made this resource freely available.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search MGNT
Your Bible Version is the MGNT
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1