MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Λουκάς (Luke) 20 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
(Mat 21:23–27; Mar 11:27–33 )
Unchecked Copy BoxLuk 20:1 - καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις
Unchecked Copy BoxLuk 20:2 - καὶ εἶπαν λέγοντες πρὸς αὐτόν εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς τίς ἐστιν δούς σοι τὴν ἐξουσίαν ταύτην
Unchecked Copy BoxLuk 20:3 - ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον καὶ εἴπατέ μοι
Unchecked Copy BoxLuk 20:4 - τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἐξ ἀνθρώπων
Unchecked Copy BoxLuk 20:5 - οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν ἐξ οὐρανοῦ ἐρεῖ διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ
Unchecked Copy BoxLuk 20:6 - ἐὰν δὲ εἴπωμεν ἐξ ἀνθρώπων λαὸς ἅπας καταλιθάσει ἡμᾶς πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι
Unchecked Copy BoxLuk 20:7 - καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν
Unchecked Copy BoxLuk 20:8 - καὶ Ἰησοῦς εἶπεν αὐτοῖς οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
(Mat 21:33–46; Mar 12:1–12 )
Unchecked Copy BoxLuk 20:9 - ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα καὶ ἐξέδετο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν χρόνους ἱκανούς
Unchecked Copy BoxLuk 20:10 - καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτὸν δείραντες κενόν
Unchecked Copy BoxLuk 20:11 - καὶ προσέθετο ἕτερον πέμψαι δοῦλον οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν
Unchecked Copy BoxLuk 20:12 - καὶ προσέθετο τρίτον πέμψαι οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον
Unchecked Copy BoxLuk 20:13 - εἶπεν δὲ κύριος τοῦ ἀμπελῶνος τί ποιήσω πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν ἴσως τοῦτον ἐντραπήσονται
Unchecked Copy BoxLuk 20:14 - ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες οὗτός ἐστιν κληρονόμος ἀποκτείνωμεν αὐτόν ἵνα ἡμῶν γένηται κληρονομία
Unchecked Copy BoxLuk 20:15 - καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν τί οὖν ποιήσει αὐτοῖς κύριος τοῦ ἀμπελῶνος
Unchecked Copy BoxLuk 20:16 - ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις ἀκούσαντες δὲ εἶπαν μὴ γένοιτο
Unchecked Copy BoxLuk 20:17 - δὲ ἐμβλέψας αὐτοῖς εἶπεν τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
Unchecked Copy BoxLuk 20:18 - πᾶς πεσὼν ἐπ᾽ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ λικμήσει αὐτόν
Unchecked Copy BoxLuk 20:19 - καὶ ἐζήτησαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπ᾽ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ καὶ ἐφοβήθησαν τὸν λαόν ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς εἶπεν τὴν παραβολὴν ταύτην
(Mat 22:15–22; Mar 12:13–17 )
Unchecked Copy BoxLuk 20:20 - καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος
Unchecked Copy BoxLuk 20:21 - καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες διδάσκαλε οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις
Unchecked Copy BoxLuk 20:22 - ἔξεστιν ἡμᾶς Καίσαρι φόρον δοῦναι οὔ
Unchecked Copy BoxLuk 20:23 - κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς
Unchecked Copy BoxLuk 20:24 - δείξατέ μοι δηνάριον τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν οἱ δὲ εἶπαν Καίσαρος
Unchecked Copy BoxLuk 20:25 - δὲ εἶπεν πρὸς αὐτούς τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ
Unchecked Copy BoxLuk 20:26 - καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν
(Mat 22:23–33; Mar 12:18–27 )
Unchecked Copy BoxLuk 20:27 - προσελθόντες δέ τινες τῶν Σαδδουκαίων οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι
Unchecked Copy BoxLuk 20:28 - (MGNT 20:27)ἐπηρώτησαν αὐτὸν (20:28)λέγοντες διδάσκαλε Μωϋσῆς ἔγραψεν ἡμῖν ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα καὶ οὗτος ἄτεκνος ἵνα λάβῃ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ
Unchecked Copy BoxLuk 20:29 - ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν καὶ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος
Unchecked Copy BoxLuk 20:30 - καὶ δεύτερος
Unchecked Copy BoxLuk 20:31 - καὶ τρίτος ἔλαβεν αὐτήν ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον
Unchecked Copy BoxLuk 20:32 - ὕστερον καὶ γυνὴ ἀπέθανεν
Unchecked Copy BoxLuk 20:33 - γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα
Unchecked Copy BoxLuk 20:34 - καὶ εἶπεν αὐτοῖς Ἰησοῦς οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται
Unchecked Copy BoxLuk 20:35 - οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται
Unchecked Copy BoxLuk 20:36 - οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί εἰσιν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες
Unchecked Copy BoxLuk 20:37 - ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώβ
Unchecked Copy BoxLuk 20:38 - θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων πάντες γὰρ αὐτῷ ζῶσιν
Unchecked Copy BoxLuk 20:39 - ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν διδάσκαλε καλῶς εἶπας
Unchecked Copy BoxLuk 20:40 - οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν
(Mat 22:41–46; Mar 12:35–37 )
Unchecked Copy BoxLuk 20:41 - εἶπεν δὲ πρὸς αὐτούς πῶς λέγουσιν τὸν Χριστὸν εἶναι Δαυὶδ υἱόν
Unchecked Copy BoxLuk 20:42 - αὐτὸς γὰρ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν εἶπεν κύριος τῷ κυρίῳ μου κάθου ἐκ δεξιῶν μου
Unchecked Copy BoxLuk 20:43 - ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου
Unchecked Copy BoxLuk 20:44 - Δαυὶδ οὖν κύριον αὐτὸν καλεῖ καὶ πῶς αὐτοῦ υἱός ἐστιν
(Mat 23:1–7; Mar 12:38–40 )
Unchecked Copy BoxLuk 20:45 - ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ
Unchecked Copy BoxLuk 20:46 - προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις
Unchecked Copy BoxLuk 20:47 - οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται οὗτοι λήμψονται περισσότερον κρίμα
MGNT Footnotes
Some portions of the New Testament have small, consistent differences in verse numbering between the Greek and English texts.
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan