LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Παροιμίες (Proverbs) 14 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxPro 14:1 - σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους δὲ ἄφρων κατέσκαψεν ταῖς χερσὶν αὐτῆς
Unchecked Copy BoxPro 14:2 - πορευόμενος ὀρθῶς φοβεῖται τὸν κύριον δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται
Unchecked Copy BoxPro 14:3 - ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως χείλη δὲ σοφῶν φυλάσσει αὐτούς
Unchecked Copy BoxPro 14:4 - οὗ μή εἰσιν βόες φάτναι καθαραί οὗ δὲ πολλὰ γενήματα φανερὰ βοὸς ἰσχύς
Unchecked Copy BoxPro 14:5 - μάρτυς πιστὸς οὐ ψεύδεται ἐκκαίει δὲ ψεύδη μάρτυς ἄδικος
Unchecked Copy BoxPro 14:6 - ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής
Unchecked Copy BoxPro 14:7 - πάντα ἐναντία ἀνδρὶ ἄφρονι ὅπλα δὲ αἰσθήσεως χείλη σοφά
Unchecked Copy BoxPro 14:8 - σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ
Unchecked Copy BoxPro 14:9 - οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν οἰκίαι δὲ δικαίων δεκταί
Unchecked Copy BoxPro 14:10 - καρδία ἀνδρὸς αἰσθητική λυπηρὰ ψυχὴ αὐτοῦ ὅταν δὲ εὐφραίνηται οὐκ ἐπιμείγνυται ὕβρει
Unchecked Copy BoxPro 14:11 - οἰκίαι ἀσεβῶν ἀφανισθήσονται σκηναὶ δὲ κατορθούντων στήσονται
Unchecked Copy BoxPro 14:12 - ἔστιν ὁδὸς δοκεῖ ὀρθὴ εἶναι παρὰ ἀνθρώποις τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου
Unchecked Copy BoxPro 14:13 - ἐν εὐφροσύναις οὐ προσμείγνυται λύπη τελευταία δὲ χαρὰ εἰς πένθος ἔρχεται
Unchecked Copy BoxPro 14:14 - τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός
Unchecked Copy BoxPro 14:15 - ἄκακος πιστεύει παντὶ λόγῳ πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν
Unchecked Copy BoxPro 14:16 - σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μείγνυται ἀνόμῳ
Unchecked Copy BoxPro 14:17 - ὀξύθυμος πράσσει μετὰ ἀβουλίας ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει
Unchecked Copy BoxPro 14:18 - μεριοῦνται ἄφρονες κακίαν οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως
Unchecked Copy BoxPro 14:19 - ὀλισθήσουσιν κακοὶ ἔναντι ἀγαθῶν καὶ ἀσεβεῖς θεραπεύσουσιν θύρας δικαίων
Unchecked Copy BoxPro 14:20 - φίλοι μισήσουσιν φίλους πτωχούς φίλοι δὲ πλουσίων πολλοί
Unchecked Copy BoxPro 14:21 - ἀτιμάζων πένητας ἁμαρτάνει ἐλεῶν δὲ πτωχοὺς μακαριστός
Unchecked Copy BoxPro 14:22 - πλανώμενοι τεκταίνουσι κακά ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς
Unchecked Copy BoxPro 14:23 - ἐν παντὶ μεριμνῶντι ἔνεστιν περισσόν δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται
Unchecked Copy BoxPro 14:24 - στέφανος σοφῶν πανοῦργος δὲ διατριβὴ ἀφρόνων κακή
Unchecked Copy BoxPro 14:25 - ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός ἐκκαίει δὲ ψεύδη δόλιος
Unchecked Copy BoxPro 14:26 - ἐν φόβῳ κυρίου ἐλπὶς ἰσχύος τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα
Unchecked Copy BoxPro 14:27 - πρόσταγμα κυρίου πηγὴ ζωῆς ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου
Unchecked Copy BoxPro 14:28 - ἐν πολλῷ ἔθνει δόξα βασιλέως ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου
Unchecked Copy BoxPro 14:29 - μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων
Unchecked Copy BoxPro 14:30 - πραΰθυμος ἀνὴρ καρδίας ἰατρός σὴς δὲ ὀστέων καρδία αἰσθητική
Unchecked Copy BoxPro 14:31 - συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν δὲ τιμῶν αὐτὸν ἐλεᾷ πτωχόν
Unchecked Copy BoxPro 14:32 - ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος
Unchecked Copy BoxPro 14:33 - ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς σοφία ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται
Unchecked Copy BoxPro 14:34 - δικαιοσύνη ὑψοῖ ἔθνος ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι
Unchecked Copy BoxPro 14:35 - δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan