Previous Chapter Full Page Full Page Next Chapter

Αγγαίος (Haggai) 2 – Septuagint (LXX)

Hag 2:1τῷ ἑβδόμῳ μηνὶ μιᾷ καὶ εἰκάδι τοῦ μηνὸς ἐλάλησεν κύριος ἐν χειρὶ Αγγαιου τοῦ προφήτου λέγων
Hag 2:2εἰπὸν δὴ πρὸς Ζοροβαβελ τὸν τοῦ Σαλαθιηλ ἐκ φυλῆς Ιουδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ιωσεδεκ τὸν ἱερέα τὸν μέγαν καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέγων
Hag 2:3τίς ἐξ ὑμῶν ὃς εἶδεν τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν
Hag 2:4καὶ νῦν κατίσχυε Ζοροβαβελ λέγει κύριος καὶ κατίσχυε Ἰησοῦ τοῦ Ιωσεδεκ ἱερεὺς μέγας καὶ κατισχυέτω πᾶς λαὸς τῆς γῆς λέγει κύριος καὶ ποιεῖτε διότι μεθὑμῶν ἐγώ εἰμι λέγει κύριος παντοκράτωρ
Hag 2:5καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν θαρσεῖτε
Hag 2:6διότι τάδε λέγει κύριος παντοκράτωρ ἔτι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν
Hag 2:7καὶ συσσείσω πάντα τὰ ἔθνη καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης λέγει κύριος παντοκράτωρ
Hag 2:8ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον λέγει κύριος παντοκράτωρ
Hag 2:9διότι μεγάλη ἔσται δόξα τοῦ οἴκου τούτου ἐσχάτη ὑπὲρ τὴν πρώτην λέγει κύριος παντοκράτωρ καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην λέγει κύριος παντοκράτωρ καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον
Hag 2:10τετράδι καὶ εἰκάδι τοῦ ἐνάτου μηνὸς ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Αγγαιον τὸν προφήτην λέγων
Hag 2:11τάδε λέγει κύριος παντοκράτωρ ἐπερώτησον τοὺς ἱερεῖς νόμον λέγων
Hag 2:12ἐὰν λάβῃ ἄνθρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ καὶ ἅψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου ἑψέματος οἴνου ἐλαίου παντὸς βρώματος εἰ ἁγιασθήσεται καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν οὔ
Hag 2:13καὶ εἶπεν Αγγαιος ἐὰν ἅψηται μεμιαμμένος ἐπὶ ψυχῇ ἀπὸ παντὸς τούτων εἰ μιανθήσεται καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν μιανθήσεται
Hag 2:14καὶ ἀπεκρίθη Αγγαιος καὶ εἶπεν οὕτως λαὸς οὗτος καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιον ἐμοῦ λέγει κύριος καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν καὶ ὃς ἐὰν ἐγγίσῃ ἐκεῖ μιανθήσεται ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρθρινῶν ὀδυνηθήσονται ἀπὸ προσώπου πόνων αὐτῶν καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας
Hag 2:15καὶ νῦν θέσθε δὴ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ὑπεράνω πρὸ τοῦ θεῖναι λίθον ἐπὶ λίθον ἐν τῷ ναῷ κυρίου
Hag 2:16τίνες ἦτε ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριθῆς εἴκοσι σάτα καὶ ἐγένετο κριθῆς δέκα σάτα καὶ εἰσεπορεύεσθε εἰς τὸ ὑπολήνιον ἐξαντλῆσαι πεντήκοντα μετρητάς καὶ ἐγένοντο εἴκοσι
Hag 2:17ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ καὶ ἐν ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν καὶ οὐκ ἐπεστρέψατε πρός με λέγει κύριος
Hag 2:18ὑποτάξατε δὴ τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐνάτου μηνὸς καὶ ἀπὸ τῆς ἡμέρας ἧς ἐθεμελιώθη ναὸς κυρίου θέσθε ἐν ταῖς καρδίαις ὑμῶν
Hag 2:19εἰ ἔτι ἐπιγνωσθήσεται ἐπὶ τῆς ἅλω καὶ εἰ ἔτι ἄμπελος καὶ συκῆ καὶ ῥόα καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ φέροντα καρπόν ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω
Hag 2:20καὶ ἐγένετο λόγος κυρίου ἐκ δευτέρου πρὸς Αγγαιον τὸν προφήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων
Hag 2:21εἰπὸν πρὸς Ζοροβαβελ τὸν τοῦ Σαλαθιηλ ἐκ φυλῆς Ιουδα λέγων ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν
Hag 2:22καὶ καταστρέψω θρόνους βασιλέων καὶ ὀλεθρεύσω δύναμιν βασιλέων τῶν ἐθνῶν καὶ καταστρέψω ἅρματα καὶ ἀναβάτας καὶ καταβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν ἕκαστος ἐν ῥομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὐτοῦ
Hag 2:23ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος παντοκράτωρ λήμψομαί σε Ζοροβαβελ τὸν τοῦ Σαλαθιηλ τὸν δοῦλόν μου λέγει κύριος καὶ θήσομαί σε ὡς σφραγῖδα διότι σὲ ᾑρέτισα λέγει κύριος παντοκράτωρ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Haggai Chapter 2 — Additional Translations: