Previous Chapter Full Page Full Page Next Chapter

Ιωνάς (Micah) 3 :: Septuagint (LXX)

Mic 3:1καὶ ἐρεῖ ἀκούσατε δὴ ταῦτα αἱ ἀρχαὶ οἴκου Ιακωβ καὶ οἱ κατάλοιποι οἴκου Ισραηλ οὐχ ὑμῖν ἐστιν τοῦ γνῶναι τὸ κρίμα
Mic 3:2οἱ μισοῦντες τὰ καλὰ καὶ ζητοῦντες τὰ πονηρά ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπαὐτῶν καὶ τὰς σάρκας αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν
Mic 3:3ὃν τρόπον κατέφαγον τὰς σάρκας τοῦ λαοῦ μου καὶ τὰ δέρματα αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν ἐξέδειραν καὶ τὰ ὀστέα αὐτῶν συνέθλασαν καὶ ἐμέλισαν ὡς σάρκας εἰς λέβητα καὶ ὡς κρέα εἰς χύτραν
Mic 3:4οὕτως κεκράξονται πρὸς κύριον καὶ οὐκ εἰσακούσεται αὐτῶν καὶ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπαὐτῶν ἐν τῷ καιρῷ ἐκείνῳ ἀνθὧν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐπαὐτούς
Mic 3:5τάδε λέγει κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν καὶ κηρύσσοντας ἐπαὐτὸν εἰρήνην καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν ἤγειραν ἐπαὐτὸν πόλεμον
Mic 3:6διὰ τοῦτο νὺξ ὑμῖν ἔσται ἐξ ὁράσεως καὶ σκοτία ὑμῖν ἔσται ἐκ μαντείας καὶ δύσεται ἥλιος ἐπὶ τοὺς προφήτας καὶ συσκοτάσει ἐπαὐτοὺς ἡμέρα
Mic 3:7καὶ καταισχυνθήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια καὶ καταγελασθήσονται οἱ μάντεις καὶ καταλαλήσουσιν καταὐτῶν πάντες αὐτοί διότι οὐκ ἔσται εἰσακούων αὐτῶν
Mic 3:8ἐὰν μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν πνεύματι κυρίου καὶ κρίματος καὶ δυναστείας τοῦ ἀπαγγεῖλαι τῷ Ιακωβ ἀσεβείας αὐτοῦ καὶ τῷ Ισραηλ ἁμαρτίας αὐτοῦ
Mic 3:9ἀκούσατε δὴ ταῦτα οἱ ἡγούμενοι οἴκου Ιακωβ καὶ οἱ κατάλοιποι οἴκου Ισραηλ οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες
Mic 3:10οἱ οἰκοδομοῦντες Σιων ἐν αἵμασιν καὶ Ιερουσαλημ ἐν ἀδικίαις
Mic 3:11οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο καὶ ἐπὶ τὸν κύριον ἐπανεπαύοντο λέγοντες οὐχὶ κύριος ἐν ἡμῖν ἐστιν οὐ μὴ ἐπέλθῃ ἐφἡμᾶς κακά
Mic 3:12διὰ τοῦτο διὑμᾶς Σιων ὡς ἀγρὸς ἀροτριαθήσεται καὶ Ιερουσαλημ ὡς ὀπωροφυλάκιον ἔσται καὶ τὸ ὄρος τοῦ οἴκου ὡς ἄλσος δρυμοῦ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Micah Chapter 3 — Additional Translations: