Previous Chapter Full Page Full Page Next Chapter

Ζαχαρίας (Zechariah) 13 :: Septuagint (LXX)

Zec 13:1ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος ἐν τῷ οἴκῳ Δαυιδ
Zec 13:2καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος ἐξολεθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς καὶ οὐκέτι ἔσται αὐτῶν μνεία καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς
Zec 13:3καὶ ἔσται ἐὰν προφητεύσῃ ἄνθρωπος ἔτι καὶ ἐρεῖ πρὸς αὐτὸν πατὴρ αὐτοῦ καὶ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτόν οὐ ζήσῃ ὅτι ψευδῆ ἐλάλησας ἐπὀνόματι κυρίου καὶ συμποδιοῦσιν αὐτὸν πατὴρ αὐτοῦ καὶ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προφητεύειν αὐτόν
Zec 13:4καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταισχυνθήσονται οἱ προφῆται ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προφητεύειν αὐτόν καὶ ἐνδύσονται δέρριν τριχίνην ἀνθὧν ἐψεύσαντο
Zec 13:5καὶ ἐρεῖ οὔκ εἰμι προφήτης ἐγώ διότι ἄνθρωπος ἐργαζόμενος τὴν γῆν ἐγώ εἰμι ὅτι ἄνθρωπος ἐγέννησέν με ἐκ νεότητός μου
Zec 13:6καὶ ἐρῶ πρὸς αὐτόν τί αἱ πληγαὶ αὗται ἀνὰ μέσον τῶν χειρῶν σου καὶ ἐρεῖ ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου
Zec 13:7ῥομφαία ἐξεγέρθητι ἐπὶ τοὺς ποιμένας μου καὶ ἐπἄνδρα πολίτην μου λέγει κύριος παντοκράτωρ πατάξατε τοὺς ποιμένας καὶ ἐκσπάσατε τὰ πρόβατα καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας
Zec 13:8καὶ ἔσται ἐν πάσῃ τῇ γῇ λέγει κύριος τὰ δύο μέρη ἐξολεθρευθήσεται καὶ ἐκλείψει τὸ δὲ τρίτον ὑπολειφθήσεται ἐν αὐτῇ
Zec 13:9καὶ διάξω τὸ τρίτον διὰ πυρὸς καὶ πυρώσω αὐτούς ὡς πυροῦται τὸ ἀργύριον καὶ δοκιμῶ αὐτούς ὡς δοκιμάζεται τὸ χρυσίον αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου κἀγὼ ἐπακούσομαι αὐτῷ καὶ ἐρῶ λαός μου οὗτός ἐστιν καὶ αὐτὸς ἐρεῖ κύριος θεός μου
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Zechariah Chapter 13 — Additional Translations: