Previous Chapter Full Page Full Page Next Chapter

Ζαχαρίας (Zechariah) 3 :: Septuagint (LXX)

Zec 3:1καὶ ἔδειξέν μοι Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου καὶ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ
Zec 3:2καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον ἐπιτιμήσαι κύριος ἐν σοί διάβολε καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ἐκλεξάμενος τὴν Ιερουσαλημ οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός
Zec 3:3καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ καὶ εἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου
Zec 3:4καὶ ἀπεκρίθη καὶ εἶπεν πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπαὐτοῦ καὶ εἶπεν πρὸς αὐτόν ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου καὶ ἐνδύσατε αὐτὸν ποδήρη
Zec 3:5καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ περιέβαλον αὐτὸν ἱμάτια καὶ ἐπέθηκαν κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἄγγελος κυρίου εἱστήκει
Zec 3:6καὶ διεμαρτύρατο ἄγγελος κυρίου πρὸς Ἰησοῦν λέγων
Zec 3:7τάδε λέγει κύριος παντοκράτωρ ἐὰν ἐν ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐὰν τὰ προστάγματά μου φυλάξῃς καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου καὶ ἐὰν διαφυλάξῃς καί γε τὴν αὐλήν μου καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων
Zec 3:8ἄκουε δή Ἰησοῦ ἱερεὺς μέγας σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου σου διότι ἄνδρες τερατοσκόποι εἰσί διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν
Zec 3:9διότι λίθος ὃν ἔδωκα πρὸ προσώπου Ἰησοῦ ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον λέγει κύριος παντοκράτωρ καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ
Zec 3:10ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος παντοκράτωρ συγκαλέσετε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Zechariah Chapter 3 — Additional Translations: