Previous Chapter Full Page Full Page Next Chapter

Ζαχαρίας (Zechariah) 8 :: Septuagint (LXX)

Zec 8:1καὶ ἐγένετο λόγος κυρίου παντοκράτορος λέγων
Zec 8:2τάδε λέγει κύριος παντοκράτωρ ἐζήλωσα τὴν Ιερουσαλημ καὶ τὴν Σιων ζῆλον μέγαν καὶ θυμῷ μεγάλῳ ἐζήλωσα αὐτήν
Zec 8:3τάδε λέγει κύριος καὶ ἐπιστρέψω ἐπὶ Σιων καὶ κατασκηνώσω ἐν μέσῳ Ιερουσαλημ καὶ κληθήσεται Ιερουσαλημ πόλις ἀληθινὴ καὶ τὸ ὄρος κυρίου παντοκράτορος ὄρος ἅγιον
Zec 8:4τάδε λέγει κύριος παντοκράτωρ ἔτι καθήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις Ιερουσαλημ ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ πλήθους ἡμερῶν
Zec 8:5καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς
Zec 8:6τάδε λέγει κύριος παντοκράτωρ διότι εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις μὴ καὶ ἐνώπιον ἐμοῦ ἀδυνατήσει λέγει κύριος παντοκράτωρ
Zec 8:7τάδε λέγει κύριος παντοκράτωρ ἰδοὺ ἐγὼ ἀνασῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν
Zec 8:8καὶ εἰσάξω αὐτοὺς καὶ κατασκηνώσω ἐν μέσῳ Ιερουσαλημ καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεὸν ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ
Zec 8:9τάδε λέγει κύριος παντοκράτωρ κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν ἀφἧς ἡμέρας τεθεμελίωται οἶκος κυρίου παντοκράτορος καὶ ναὸς ἀφοὗ ᾠκοδόμηται
Zec 8:10διότι πρὸ τῶν ἡμερῶν ἐκείνων μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν καὶ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρξει καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ
Zec 8:11καὶ νῦν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου λέγει κύριος παντοκράτωρ
Zec 8:12ἀλλ δείξω εἰρήνην ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς καὶ γῆ δώσει τὰ γενήματα αὐτῆς καὶ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου πάντα ταῦτα
Zec 8:13καὶ ἔσται ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν οἶκος Ιουδα καὶ οἶκος Ισραηλ οὕτως διασώσω ὑμᾶς καὶ ἔσεσθε ἐν εὐλογίᾳ θαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν
Zec 8:14διότι τάδε λέγει κύριος παντοκράτωρ ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν λέγει κύριος παντοκράτωρ καὶ οὐ μετενόησα
Zec 8:15οὕτως παρατέταγμαι καὶ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις τοῦ καλῶς ποιῆσαι τὴν Ιερουσαλημ καὶ τὸν οἶκον Ιουδα θαρσεῖτε
Zec 8:16οὗτοι οἱ λόγοι οὓς ποιήσετε λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐν ταῖς πύλαις ὑμῶν
Zec 8:17καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε διότι ταῦτα πάντα ἐμίσησα λέγει κύριος παντοκράτωρ
Zec 8:18καὶ ἐγένετο λόγος κύριου παντοκράτορος πρός με λέγων
Zec 8:19τάδε λέγει κύριος παντοκράτωρ νηστεία τετρὰς καὶ νηστεία πέμπτη καὶ νηστεία ἑβδόμη καὶ νηστεία δεκάτη ἔσονται τῷ οἴκῳ Ιουδα εἰς χαρὰν καὶ εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθὰς καὶ εὐφρανθήσεσθε καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε
Zec 8:20τάδε λέγει κύριος παντοκράτωρ ἔτι ἥξουσιν λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλάς
Zec 8:21καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν λέγοντες πορευθῶμεν δεηθῆναι τοῦ προσώπου κυρίου καὶ ἐκζητῆσαι τὸ πρόσωπον κυρίου παντοκράτορος πορεύσομαι κἀγώ
Zec 8:22καὶ ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον κυρίου παντοκράτορος ἐν Ιερουσαλημ καὶ τοῦ ἐξιλάσκεσθαι τὸ πρόσωπον κυρίου
Zec 8:23τάδε λέγει κύριος παντοκράτωρ ἐν ταῖς ἡμέραις ἐκείναις ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ιουδαίου λέγοντες πορευσόμεθα μετὰ σοῦ διότι ἀκηκόαμεν ὅτι θεὸς μεθὑμῶν ἐστιν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Zechariah Chapter 8 — Additional Translations: