Previous Chapter Full Page Full Page Next Chapter

Ζαχαρίας (Zechariah) 9 :: Septuagint (LXX)

Zec 9:1λῆμμα λόγου κυρίου ἐν γῇ Σεδραχ καὶ Δαμασκοῦ θυσία αὐτοῦ διότι κύριος ἐφορᾷ ἀνθρώπους καὶ πάσας φυλὰς τοῦ Ισραηλ
Zec 9:2καὶ Εμαθ ἐν τοῖς ὁρίοις αὐτῆς Τύρος καὶ Σιδών διότι ἐφρόνησαν σφόδρα
Zec 9:3καὶ ᾠκοδόμησεν Τύρος ὀχυρώματα ἑαυτῇ καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν καὶ συνήγαγεν χρυσίον ὡς πηλὸν ὁδῶν
Zec 9:4διὰ τοῦτο κύριος κληρονομήσει αὐτὴν καὶ πατάξει εἰς θάλασσαν δύναμιν αὐτῆς καὶ αὕτη ἐν πυρὶ καταναλωθήσεται
Zec 9:5ὄψεται Ἀσκαλὼν καὶ φοβηθήσεται καὶ Γάζα καὶ ὀδυνηθήσεται σφόδρα καὶ Ακκαρων ὅτι ᾐσχύνθη ἐπὶ τῷ παραπτώματι αὐτῆς καὶ ἀπολεῖται βασιλεὺς ἐκ Γάζης καὶ Ἀσκαλὼν οὐ μὴ κατοικηθῇ
Zec 9:6καὶ κατοικήσουσιν ἀλλογενεῖς ἐν Ἀζώτῳ καὶ καθελῶ ὕβριν ἀλλοφύλων
Zec 9:7καὶ ἐξαρῶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν καὶ ὑπολειφθήσεται καὶ οὗτος τῷ θεῷ ἡμῶν καὶ ἔσονται ὡς χιλίαρχος ἐν Ιουδα καὶ Ακκαρων ὡς Ιεβουσαῖος
Zec 9:8καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστημα τοῦ μὴ διαπορεύεσθαι μηδὲ ἀνακάμπτειν καὶ οὐ μὴ ἐπέλθῃ ἐπαὐτοὺς οὐκέτι ἐξελαύνων διότι νῦν ἑώρακα ἐν τοῖς ὀφθαλμοῖς μου
Zec 9:9χαῖρε σφόδρα θύγατερ Σιων κήρυσσε θύγατερ Ιερουσαλημ ἰδοὺ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σῴζων αὐτός πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον
Zec 9:10καὶ ἐξολεθρεύσει ἅρματα ἐξ Εφραιμ καὶ ἵππον ἐξ Ιερουσαλημ καὶ ἐξολεθρευθήσεται τόξον πολεμικόν καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν καὶ κατάρξει ὑδάτων ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς
Zec 9:11καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ
Zec 9:12καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι
Zec 9:13διότι ἐνέτεινά σε Ιουδα ἐμαυτῷ τόξον ἔπλησα τὸν Εφραιμ καὶ ἐπεγερῶ τὰ τέκνα σου Σιων ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ
Zec 9:14καὶ κύριος ἔσται ἐπαὐτοὺς καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς καὶ κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ
Zec 9:15κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν καὶ καταναλώσουσιν αὐτοὺς καὶ καταχώσουσιν αὐτοὺς ἐν λίθοις σφενδόνης καὶ ἐκπίονται αὐτοὺς ὡς οἶνον καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον
Zec 9:16καὶ σώσει αὐτοὺς κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς πρόβατα λαὸν αὐτοῦ διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς αὐτοῦ
Zec 9:17ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ καὶ εἴ τι καλὸν παραὐτοῦ σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων εἰς παρθένους
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Zechariah Chapter 9 — Additional Translations: