Previous Chapter Full Page Full Page Next Chapter

Λουκάς (Luke) 9 – Morphological Greek New Testament (MGNT)

Luk 9:1συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν
Luk 9:2καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενεῖς
Luk 9:3καὶ εἶπεν πρὸς αὐτούς μηδὲν αἴρετε εἰς τὴν ὁδόν μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν
Luk 9:4καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε
Luk 9:5καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε εἰς μαρτύριον ἐπ᾽ αὐτούς
Luk 9:6ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ
Luk 9:7ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ γινόμενα πάντα καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἠγέρθη ἐκ νεκρῶν
Luk 9:8ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη
Luk 9:9εἶπεν δὲ Ἡρῴδης Ἰωάννην ἐγὼ ἀπεκεφάλισα τίς δέ ἐστιν οὗτος περὶ οὗ ἀκούω τοιαῦτα καὶ ἐζήτει ἰδεῖν αὐτόν
Luk 9:10καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ᾽ ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά
Luk 9:11οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο
Luk 9:12ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ ἀπόλυσον τὸν ὄχλον ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν
Luk 9:13εἶπεν δὲ πρὸς αὐτούς δότε αὐτοῖς ὑμεῖς φαγεῖν οἱ δὲ εἶπαν οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα
Luk 9:14ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα
Luk 9:15καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας
Luk 9:16λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ
Luk 9:17καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα
Luk 9:18καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί καὶ ἐπηρώτησεν αὐτοὺς λέγων τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι
Luk 9:19οἱ δὲ ἀποκριθέντες εἶπαν Ἰωάννην τὸν βαπτιστήν ἄλλοι δὲ Ἠλίαν ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη
Luk 9:20εἶπεν δὲ αὐτοῖς ὑμεῖς δὲ τίνα με λέγετε εἶναι Πέτρος δὲ ἀποκριθεὶς εἶπεν τὸν Χριστὸν τοῦ θεοῦ
Luk 9:21ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο
Luk 9:22εἰπὼν ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι
Luk 9:23ἔλεγεν δὲ πρὸς πάντας εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾽ ἡμέραν καὶ ἀκολουθείτω μοι
Luk 9:24ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ οὗτος σώσει αὐτήν
Luk 9:25τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς
Luk 9:26ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων
Luk 9:27λέγω δὲ ὑμῖν ἀληθῶς εἰσίν τινες τῶν αὐτοῦ ἑστηκότων οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ
Luk 9:28ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι
Luk 9:29καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων
Luk 9:30καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας
Luk 9:31οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ
Luk 9:32ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ
Luk 9:33καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾽ αὐτοῦ εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν ἐπιστάτα καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι καὶ ποιήσωμεν σκηνὰς τρεῖς μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ μὴ εἰδὼς ὃ λέγει
Luk 9:34ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην
Luk 9:35καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα οὗτός ἐστιν ὁ υἱός μου ὁ ἐκλελεγμένος αὐτοῦ ἀκούετε
Luk 9:36καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν
Luk 9:37ἐγένετο δὲ τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς
Luk 9:38καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐβόησεν λέγων διδάσκαλε δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου ὅτι μονογενής μοί ἐστιν
Luk 9:39καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ μόγις ἀποχωρεῖ ἀπ᾽ αὐτοῦ συντρῖβον αὐτόν
Luk 9:40καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό καὶ οὐκ ἠδυνήθησαν
Luk 9:41ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν προσάγαγε ὧδε τὸν υἱόν σου
Luk 9:42ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ
Luk 9:43ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ
Luk 9:44θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων
Luk 9:45οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο καὶ ἦν παρακεκαλυμμένον ἀπ᾽ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου
Luk 9:46εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς τὸ τίς ἂν εἴη μείζων αὐτῶν
Luk 9:47ὁ δὲ Ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτὸ παρ᾽ ἑαυτῷ
Luk 9:48καὶ εἶπεν αὐτοῖς ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται καὶ ὃς ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐστιν μέγας
Luk 9:49ἀποκριθεὶς δὲ Ἰωάννης εἶπεν ἐπιστάτα εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ᾽ ἡμῶν
Luk 9:50εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς μὴ κωλύετε ὃς γὰρ οὐκ ἔστιν καθ᾽ ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν
Luk 9:51ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ
Luk 9:52καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν ὡς ἑτοιμάσαι αὐτῷ
Luk 9:53καὶ οὐκ ἐδέξαντο αὐτόν ὅτι τὸ
Luk 9:54ἰδόντες δὲ οἱ μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν κύριε θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς
Luk 9:55στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς
Luk 9:56καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην
Luk 9:57καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ
Luk 9:58καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ
Luk 9:59εἶπεν δὲ πρὸς ἕτερον ἀκολούθει μοι ὁ δὲ εἶπεν κύριε ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου
Luk 9:60εἶπεν δὲ αὐτῷ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ
Luk 9:61εἶπεν δὲ καὶ ἕτερος ἀκολουθήσω σοι κύριε πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου
Luk 9:62εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ᾽ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Luke Chapter 9 — Additional Translations: