Previous Chapter Full Page Full Page Next Chapter

Μάρκος (Mark) 10 – Morphological Greek New Testament (MGNT)

Mar 10:1καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς
Mar 10:2καὶ προσελθόντες Φαρισαῖοι ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι πειράζοντες αὐτόν
Mar 10:3ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς τί ὑμῖν ἐνετείλατο Μωϋσῆς
Mar 10:4οἱ δὲ εἶπαν ἐπέτρεψεν Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι
Mar 10:5ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην
Mar 10:6ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς
Mar 10:7ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ
Mar 10:8καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ
Mar 10:9ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω
Mar 10:10καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν
Mar 10:11καὶ λέγει αὐτοῖς ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ᾽ αὐτήν
Mar 10:12καὶ ἐὰν αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον μοιχᾶται
Mar 10:13καὶ προσέφερον αὐτῷ παιδία ἵνα αὐτῶν ἅψηται οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς
Mar 10:14ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με μὴ κωλύετε αὐτά τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ
Mar 10:15ἀμὴν λέγω ὑμῖν ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν
Mar 10:16καὶ ἐναγκαλισάμενος αὐτὰ κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά
Mar 10:17καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν διδάσκαλε ἀγαθέ τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω
Mar 10:18ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ τί με λέγεις ἀγαθόν οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός
Mar 10:19τὰς ἐντολὰς οἶδας μὴ φονεύσῃς μὴ μοιχεύσῃς μὴ κλέψῃς μὴ ψευδομαρτυρήσῃς μὴ ἀποστερήσῃς τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα
Mar 10:20ὁ δὲ ἔφη αὐτῷ διδάσκαλε ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου
Mar 10:21ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ ἕν σε ὑστερεῖ ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς τοῖς πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ καὶ δεῦρο ἀκολούθει μοι
Mar 10:22ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος ἦν γὰρ ἔχων κτήματα πολλά
Mar 10:23καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται
Mar 10:24οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς τέκνα πῶς δύσκολόν ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν
Mar 10:25εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τῆς τρυμαλιᾶς τῆς ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν
Mar 10:26οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς καὶ τίς δύναται σωθῆναι
Mar 10:27ἐμβλέψας αὐτοῖς ὁ Ἰησοῦς λέγει παρὰ ἀνθρώποις ἀδύνατον ἀλλ᾽ οὐ παρὰ θεῷ πάντα γὰρ δυνατὰ παρὰ τῷ θεῷ
Mar 10:28ἤρξατο λέγειν ὁ Πέτρος αὐτῷ ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήκαμέν σοι
Mar 10:29ἔφη ὁ Ἰησοῦς ἀμὴν λέγω ὑμῖν οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ μητέρα ἢ πατέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου
Mar 10:30ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον
Mar 10:31πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι
Mar 10:32ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς καὶ ἐθαμβοῦντο οἱ δὲ ἀκολουθοῦντες ἐφοβοῦντο καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν
Mar 10:33ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν
Mar 10:34καὶ ἐμπαίξουσιν αὐτῷ καὶ ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἀποκτενοῦσιν καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσεται
Mar 10:35καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου λέγοντες αὐτῷ διδάσκαλε θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν σε ποιήσῃς ἡμῖν
Mar 10:36ὁ δὲ εἶπεν αὐτοῖς τί θέλετέ με ποιήσω ὑμῖν
Mar 10:37οἱ δὲ εἶπαν αὐτῷ δὸς ἡμῖν ἵνα εἷς σου ἐκ δεξιῶν καὶ εἷς ἐξ ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου
Mar 10:38ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς οὐκ οἴδατε τί αἰτεῖσθε δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι
Mar 10:39οἱ δὲ εἶπαν αὐτῷ δυνάμεθα ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς τὸ ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε
Mar 10:40τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι ἀλλ᾽ οἷς ἡτοίμασται
Mar 10:41καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου
Mar 10:42καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν
Mar 10:43οὐχ οὕτως δέ ἐστιν ἐν ὑμῖν ἀλλ᾽ ὃς ἂν θέλῃ μέγας γενέσθαι ἐν ὑμῖν ἔσται ὑμῶν διάκονος
Mar 10:44καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσται πάντων δοῦλος
Mar 10:45καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν
Mar 10:46καὶ ἔρχονται εἰς Ἰεριχώ καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν
Mar 10:47καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν υἱὲ Δαυὶδ Ἰησοῦ ἐλέησόν με
Mar 10:48καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν υἱὲ Δαυίδ ἐλέησόν με
Mar 10:49καὶ στὰς ὁ Ἰησοῦς εἶπεν φωνήσατε αὐτόν καὶ φωνοῦσιν τὸν τυφλὸν λέγοντες αὐτῷ θάρσει ἔγειρε φωνεῖ σε
Mar 10:50ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας ἦλθεν πρὸς τὸν Ἰησοῦν
Mar 10:51καὶ ἀποκριθεὶς αὐτῷ ὁ Ἰησοῦς εἶπεν τί σοι θέλεις ποιήσω ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ ραββουνι ἵνα ἀναβλέψω
Mar 10:52καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ ὕπαγε ἡ πίστις σου σέσωκέν σε καὶ εὐθὺς ἀνέβλεψεν καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Mark Chapter 10 — Additional Translations: