MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Εβραίους (Hebrews) 6 :: Morphological Greek New Testament (MGNT)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxHeb 6:1 - διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων καὶ πίστεως ἐπὶ θεόν
Unchecked Copy BoxHeb 6:2 - βαπτισμῶν διδαχῆς ἐπιθέσεώς τε χειρῶν ἀναστάσεώς τε νεκρῶν καὶ κρίματος αἰωνίου
Unchecked Copy BoxHeb 6:3 - καὶ τοῦτο ποιήσομεν ἐάνπερ ἐπιτρέπῃ θεός
Unchecked Copy BoxHeb 6:4 - ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου
Unchecked Copy BoxHeb 6:5 - καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος
Unchecked Copy BoxHeb 6:6 - καὶ παραπεσόντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας
Unchecked Copy BoxHeb 6:7 - γῆ γὰρ πιοῦσα τὸν ἐπ᾽ αὐτῆς ἐρχόμενον πολλάκις ὑετόν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι᾽ οὓς καὶ γεωργεῖται μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ θεοῦ
Unchecked Copy BoxHeb 6:8 - ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς ἧς τὸ τέλος εἰς καῦσιν
Unchecked Copy BoxHeb 6:9 - πεπείσμεθα δὲ περὶ ὑμῶν ἀγαπητοί τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας εἰ καὶ οὕτως λαλοῦμεν
Unchecked Copy BoxHeb 6:10 - οὐ γὰρ ἄδικος θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες
Unchecked Copy BoxHeb 6:11 - ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους
Unchecked Copy BoxHeb 6:12 - ἵνα μὴ νωθροὶ γένησθε μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας
Unchecked Copy BoxHeb 6:13 - τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος θεός ἐπεὶ κατ᾽ οὐδενὸς εἶχεν μείζονος ὀμόσαι ὤμοσεν καθ᾽ ἑαυτοῦ
Unchecked Copy BoxHeb 6:14 - λέγων εἰ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε
Unchecked Copy BoxHeb 6:15 - καὶ οὕτως μακροθυμήσας ἐπέτυχεν τῆς ἐπαγγελίας
Unchecked Copy BoxHeb 6:16 - ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὅρκος
Unchecked Copy BoxHeb 6:17 - ἐν περισσότερον βουλόμενος θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ
Unchecked Copy BoxHeb 6:18 - ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν θεόν ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος
Unchecked Copy BoxHeb 6:19 - ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος
Unchecked Copy BoxHeb 6:20 - ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς κατὰ τὴν τάξιν Μελχισέδεκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Hebrews Chapter 6 — Additional Translations: