MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Ματθαίος (Matthew) 6 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxMat 6:1 - προσέχετε δὲ τὴν δικαιοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς εἰ δὲ μή γε μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς
Unchecked Copy BoxMat 6:2 - ὅταν οὖν ποιῇς ἐλεημοσύνην μὴ σαλπίσῃς ἔμπροσθέν σου ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων ἀμὴν λέγω ὑμῖν ἀπέχουσιν τὸν μισθὸν αὐτῶν
Unchecked Copy BoxMat 6:3 - σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἀριστερά σου τί ποιεῖ δεξιά σου
Unchecked Copy BoxMat 6:4 - ὅπως σου ἐλεημοσύνη ἐν τῷ κρυπτῷ καὶ πατήρ σου βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι
(Luk 11:2–4 )
Unchecked Copy BoxMat 6:5 - καὶ ὅταν προσεύχησθε οὐκ ἔσεσθε ὡς οἱ ὑποκριταί ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι ὅπως φανῶσιν τοῖς ἀνθρώποις ἀμὴν λέγω ὑμῖν ἀπέχουσιν τὸν μισθὸν αὐτῶν
Unchecked Copy BoxMat 6:6 - σὺ δὲ ὅταν προσεύχῃ εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ καὶ πατήρ σου βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι
Unchecked Copy BoxMat 6:7 - προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὥσπερ οἱ ἐθνικοί δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται
Unchecked Copy BoxMat 6:8 - μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς οἶδεν γὰρ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν
Unchecked Copy BoxMat 6:9 - οὕτως οὖν προσεύχεσθε ὑμεῖς πάτερ ἡμῶν ἐν τοῖς οὐρανοῖς ἁγιασθήτω τὸ ὄνομά σου
Unchecked Copy BoxMat 6:10 - ἐλθέτω βασιλεία σου γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς
Unchecked Copy BoxMat 6:11 - τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον
Unchecked Copy BoxMat 6:12 - καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν
Unchecked Copy BoxMat 6:13 - καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ
Unchecked Copy BoxMat 6:14 - ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν ἀφήσει καὶ ὑμῖν πατὴρ ὑμῶν οὐράνιος
Unchecked Copy BoxMat 6:15 - ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις οὐδὲ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν
Unchecked Copy BoxMat 6:16 - ὅταν δὲ νηστεύητε μὴ γίνεσθε ὡς οἱ ὑποκριταὶ σκυθρωποί ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες ἀμὴν λέγω ὑμῖν ἀπέχουσιν τὸν μισθὸν αὐτῶν
Unchecked Copy BoxMat 6:17 - σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι
Unchecked Copy BoxMat 6:18 - ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυφαίῳ καὶ πατήρ σου βλέπων ἐν τῷ κρυφαίῳ ἀποδώσει σοι
(Luk 12:33, 34 )
Unchecked Copy BoxMat 6:19 - μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν
Unchecked Copy BoxMat 6:20 - θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν
Unchecked Copy BoxMat 6:21 - ὅπου γάρ ἐστιν θησαυρός σου ἐκεῖ ἔσται καὶ καρδία σου
(Luk 11:34–36 )
Unchecked Copy BoxMat 6:22 - λύχνος τοῦ σώματός ἐστιν ὀφθαλμός ἐὰν οὖν ὀφθαλμός σου ἁπλοῦς ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται
Unchecked Copy BoxMat 6:23 - ἐὰν δὲ ὀφθαλμός σου πονηρὸς ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν τὸ σκότος πόσον
Unchecked Copy BoxMat 6:24 - οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ
(Luk 12:22–31 )
Unchecked Copy BoxMat 6:25 - διὰ τοῦτο λέγω ὑμῖν μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε τί πίητε μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε οὐχὶ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος
Unchecked Copy BoxMat 6:26 - ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας καὶ πατὴρ ὑμῶν οὐράνιος τρέφει αὐτά οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν
Unchecked Copy BoxMat 6:27 - τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα
Unchecked Copy BoxMat 6:28 - καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν οὐ κοπιῶσιν οὐδὲ νήθουσιν
Unchecked Copy BoxMat 6:29 - λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων
Unchecked Copy BoxMat 6:30 - εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον θεὸς οὕτως ἀμφιέννυσιν οὐ πολλῷ μᾶλλον ὑμᾶς ὀλιγόπιστοι
Unchecked Copy BoxMat 6:31 - μὴ οὖν μεριμνήσητε λέγοντες τί φάγωμεν τί πίωμεν τί περιβαλώμεθα
Unchecked Copy BoxMat 6:32 - πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητοῦσιν οἶδεν γὰρ πατὴρ ὑμῶν οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων
Unchecked Copy BoxMat 6:33 - ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν
Unchecked Copy BoxMat 6:34 - μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον γὰρ αὔριον μεριμνήσει ἑαυτῆς ἀρκετὸν τῇ ἡμέρᾳ κακία αὐτῆς
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan