LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Strong's
Red Letter
Copy Options
Cite Print
The Blue Letter Bible

LXX Concordance for παρέδωκεν

Choose a new font size and typeface
παρέδωκεν — 57x G3860 παραδίδωμι
Showing Results For:
V-AAI-3S
Occurrences: 57 times in 56 verses
Speech: Verb
Parsing: Aorist Active Indicative
3rd Person Singular
Unchecked Copy BoxGen 14:20 - καὶ εὐλογητὸς θεὸς ὕψιστος ὃς παρέδωκεν G3860 τοὺς ἐχθρούς σου ὑποχειρίους σοι καὶ ἔδωκεν αὐτῷ δεκάτην ἀπὸ πάντων
Unchecked Copy BoxGen 27:20 - εἶπεν δὲ Ισαακ τῷ υἱῷ αὐτοῦ τί τοῦτο ταχὺ εὗρες τέκνον δὲ εἶπεν παρέδωκεν G3860 κύριος θεός σου ἐναντίον μου
Unchecked Copy BoxExo 21:13 - δὲ οὐχ ἑκών ἀλλὰ θεὸς παρέδωκεν G3860 εἰς τὰς χεῖρας αὐτοῦ δώσω σοι τόπον οὗ φεύξεται ἐκεῖ φονεύσας
Unchecked Copy BoxNum 21:3 - καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς Ισραηλ καὶ παρέδωκεν G3860 τὸν Χανανιν ὑποχείριον αὐτοῦ καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου ἀνάθεμα
Unchecked Copy BoxNum 32:4 - τὴν γῆν ἣν παρέδωκεν G3860 κύριος ἐνώπιον τῶν υἱῶν Ισραηλ γῆ κτηνοτρόφος ἐστίν καὶ τοῖς παισίν σου κτήνη ὑπάρχει
Unchecked Copy BoxDeu 2:33 - καὶ παρέδωκεν G3860 αὐτὸν κύριος θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ
Unchecked Copy BoxDeu 2:36 - ἐξ Αροηρ ἥ ἐστιν παρὰ τὸ χεῖλος χειμάρρου Αρνων καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι καὶ ἕως ὄρους τοῦ Γαλααδ οὐκ ἐγενήθη πόλις ἥτις διέφυγεν ἡμᾶς τὰς πάσας παρέδωκεν G3860 κύριος θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν
Unchecked Copy BoxDeu 3:3 - καὶ παρέδωκεν G3860 αὐτὸν κύριος θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα
Unchecked Copy BoxDeu 31:5 - καὶ παρέδωκεν G3860 αὐτοὺς κύριος ὑμῖν καὶ ποιήσετε αὐτοῖς καθότι ἐνετειλάμην ὑμῖν
Unchecked Copy BoxDeu 32:30 - πῶς διώξεται εἷς χιλίους καὶ δύο μετακινήσουσιν μυριάδας εἰ μὴ θεὸς ἀπέδοτο αὐτοὺς καὶ κύριος παρέδωκεν G3860 αὐτούς
Unchecked Copy BoxJos 2:24 - καὶ εἶπαν πρὸς Ἰησοῦν ὅτι παρέδωκεν G3860 κύριος πᾶσαν τὴν γῆν ἐν χειρὶ ἡμῶν καὶ κατέπτηκεν πᾶς κατοικῶν τὴν γῆν ἐκείνην ἀφ᾽ ἡμῶν
Unchecked Copy BoxJos 6:16 - καὶ τῇ περιόδῳ τῇ ἑβδόμῃ ἐσάλπισαν οἱ ἱερεῖς καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ισραηλ κεκράξατε παρέδωκεν G3860 γὰρ κύριος ὑμῖν τὴν πόλιν
Unchecked Copy BoxJos 10:12 - τότε ἐλάλησεν Ἰησοῦς πρὸς κύριον ἡμέρᾳ παρέδωκεν G3860 θεὸς τὸν Αμορραῖον ὑποχείριον Ισραηλ ἡνίκα συνέτριψεν αὐτοὺς ἐν Γαβαων καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱῶν Ισραηλ καὶ εἶπεν Ἰησοῦς στήτω ἥλιος κατὰ Γαβαων καὶ σελήνη κατὰ φάραγγα Αιλων
Unchecked Copy BoxJos 10:19 - ὑμεῖς δὲ μὴ ἑστήκατε καταδιώκοντες ὀπίσω τῶν ἐχθρῶν ὑμῶν καὶ καταλάβετε τὴν οὐραγίαν αὐτῶν καὶ μὴ ἀφῆτε εἰσελθεῖν εἰς τὰς πόλεις αὐτῶν παρέδωκεν G3860 γὰρ αὐτοὺς κύριος θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν
Unchecked Copy BoxJos 10:30 - καὶ παρέδωκεν G3860 αὐτὴν κύριος εἰς χεῖρας Ισραηλ καὶ ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατελείφθη ἐν αὐτῇ οὐδὲ εἷς διασεσῳσμένος καὶ διαπεφευγώς καὶ ἐποίησαν τῷ βασιλεῖ αὐτῆς ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ιεριχω
Unchecked Copy BoxJos 10:32 - καὶ παρέδωκεν G3860 κύριος τὴν Λαχις εἰς τὰς χεῖρας Ισραηλ καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτήν ὃν τρόπον ἐποίησαν τὴν Λεβνα
Unchecked Copy BoxJos 10:35 - καὶ παρέδωκεν G3860 αὐτὴν κύριος ἐν χειρὶ Ισραηλ καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ ἐφόνευσαν ὃν τρόπον ἐποίησαν τῇ Λαχις
Unchecked Copy BoxJos 11:8 - καὶ παρέδωκεν G3860 αὐτοὺς κύριος ὑποχειρίους Ισραηλ καὶ κόπτοντες αὐτοὺς κατεδίωκον ἕως Σιδῶνος τῆς μεγάλης καὶ ἕως Μασερων καὶ ἕως τῶν πεδίων Μασσωχ κατ᾽ ἀνατολὰς καὶ κατέκοψαν αὐτοὺς ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν διασεσῳσμένον
Unchecked Copy BoxJos 21:44 - καὶ κατέπαυσεν αὐτοὺς κύριος κυκλόθεν καθότι ὤμοσεν τοῖς πατράσιν αὐτῶν οὐκ ἀνέστη οὐθεὶς κατενώπιον αὐτῶν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν πάντας τοὺς ἐχθροὺς αὐτῶν παρέδωκεν G3860 κύριος εἰς τὰς χεῖρας αὐτῶν
Unchecked Copy BoxJos 24:8 - καὶ ἤγαγεν ὑμᾶς εἰς γῆν Αμορραίων τῶν κατοικούντων πέραν τοῦ Ιορδάνου καὶ παρετάξαντο ὑμῖν καὶ παρέδωκεν G3860 αὐτοὺς κύριος εἰς τὰς χεῖρας ὑμῶν καὶ κατεκληρονομήσατε τὴν γῆν αὐτῶν καὶ ἐξωλεθρεύσατε αὐτοὺς ἀπὸ προσώπου ὑμῶν
Unchecked Copy BoxJos 24:10 - καὶ οὐκ ἠθέλησεν κύριος θεός σου ἀπολέσαι σε καὶ εὐλογίαν εὐλόγησεν ὑμᾶς καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρῶν αὐτῶν καὶ παρέδωκεν G3860 αὐτούς
Unchecked Copy BoxJos 24:11 - καὶ διέβητε τὸν Ιορδάνην καὶ παρεγενήθητε εἰς Ιεριχω καὶ ἐπολέμησαν πρὸς ὑμᾶς οἱ κατοικοῦντες Ιεριχω Αμορραῖος καὶ Χαναναῖος καὶ Φερεζαῖος καὶ Ευαῖος καὶ Ιεβουσαῖος καὶ Χετταῖος καὶ Γεργεσαῖος καὶ παρέδωκεν G3860 αὐτοὺς κύριος εἰς τὰς χεῖρας ὑμῶν
Unchecked Copy BoxJos 24:33 - καὶ ἐγένετο μετὰ ταῦτα καὶ Ελεαζαρ υἱὸς Ααρων ἀρχιερεὺς ἐτελεύτησεν καὶ ἐτάφη ἐν Γαβααθ Φινεες τοῦ υἱοῦ αὐτοῦ ἣν ἔδωκεν αὐτῷ ἐν τῷ ὄρει τῷ Εφραιμ
Unchecked Copy BoxJdg 2:14 - καὶ ὠργίσθη θυμῷ κύριος τῷ Ισραηλ καὶ παρέδωκεν G3860 αὐτοὺς ἐν χειρὶ προνομευόντων καὶ ἐπρονόμευσαν αὐτούς καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν καὶ οὐκ ἠδυνάσθησαν ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν
Unchecked Copy BoxJdg 2:23 - καὶ ἀφῆκεν κύριος τὰ ἔθνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος καὶ οὐ παρέδωκεν G3860 αὐτὰ ἐν χειρὶ Ἰησοῦ
Unchecked Copy BoxJdg 3:10 - καὶ ἐγένετο ἐπ᾽ αὐτὸν πνεῦμα κυρίου καὶ ἔκρινεν τὸν Ισραηλ καὶ ἐξῆλθεν ἐπὶ τὸν πόλεμον καὶ παρέδωκεν G3860 κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθωμ βασιλέα Συρίας καὶ ἐκραταιώθη χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθωμ
Unchecked Copy BoxJdg 3:28 - καὶ εἶπεν πρὸς αὐτούς καταβαίνετε ὀπίσω μου ὅτι παρέδωκεν G3860 κύριος θεὸς τοὺς ἐχθροὺς ὑμῶν τὴν Μωαβ ἐν χειρὶ ὑμῶν καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ιορδάνου τῆς Μωαβ καὶ οὐκ ἀφῆκαν ἄνδρα διαβῆναι
Unchecked Copy BoxJdg 4:14 - καὶ εἶπεν Δεββωρα πρὸς Βαρακ ἀνάστηθι ὅτι αὕτη ἡμέρα ἐν παρέδωκεν G3860 κύριος τὸν Σισαρα ἐν χειρί σου οὐκ ἰδοὺ κύριος ἐλεύσεται ἔμπροσθέν σου καὶ κατέβη Βαρακ ἀπὸ τοῦ ὄρους Θαβωρ καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ
Unchecked Copy BoxJdg 6:1 - καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἔναντι κυρίου καὶ παρέδωκεν G3860 αὐτοὺς κύριος ἐν χειρὶ Μαδιαμ ἔτη ἑπτά
Unchecked Copy BoxJdg 6:13 - καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων ἐν ἐμοί κύριε καὶ εἰ ἔστιν κύριος μεθ᾽ ἡμῶν ἵνα τί εὗρεν ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ποῦ ἐστιν πάντα τὰ θαυμάσια αὐτοῦ ὅσα διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν λέγοντες οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς κύριος καὶ νῦν ἀπώσατο ἡμᾶς καὶ παρέδωκεν G3860 ἡμᾶς ἐν χειρὶ Μαδιαμ
Unchecked Copy BoxJdg 7:14 - καὶ ἀπεκρίθη πλησίον αὐτοῦ καὶ εἶπεν οὐκ ἔστιν αὕτη ἀλλ᾽ ῥομφαία Γεδεων υἱοῦ Ιωας ἀνδρὸς Ισραηλ παρέδωκεν G3860 κύριος ἐν χειρὶ αὐτοῦ τὴν Μαδιαμ καὶ πᾶσαν τὴν παρεμβολήν
Unchecked Copy BoxJdg 7:15 - καὶ ἐγένετο ὡς ἤκουσεν Γεδεων τὴν διήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτοῦ καὶ προσεκύνησεν κύριον καὶ ἐπέστρεψεν εἰς τὴν παρεμβολὴν Ισραηλ καὶ εἶπεν ἀνάστητε ὅτι παρέδωκεν G3860 κύριος ἐν χερσὶν ὑμῶν τὴν παρεμβολὴν Μαδιαμ
Unchecked Copy BoxJdg 8:3 - ἐν χειρὶ ὑμῶν παρέδωκεν G3860 κύριος τοὺς ἄρχοντας Μαδιαμ τὸν Ωρηβ καὶ τὸν Ζηβ καὶ τί ἠδυνάσθην ποιῆσαι καθὼς ὑμεῖς καὶ κατέπαυσαν τότε ἀνῆκε τὸ πνεῦμα αὐτῶν ἀπ᾽ αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον
Unchecked Copy BoxJdg 11:21 - καὶ παρέδωκεν G3860 κύριος θεὸς Ισραηλ τὸν Σηων καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Ισραηλ καὶ ἐπάταξεν αὐτούς καὶ ἐκληρονόμησεν Ισραηλ πᾶσαν τὴν γῆν τοῦ Αμορραίου τοῦ κατοικοῦντος ἐν τῇ γῇ
Unchecked Copy BoxJdg 11:32 - καὶ διέβη Ιεφθαε πρὸς τοὺς υἱοὺς Αμμων τοῦ πολεμῆσαι πρὸς αὐτούς καὶ παρέδωκεν G3860 αὐτοὺς κύριος ἐν χειρὶ αὐτοῦ
Unchecked Copy BoxJdg 12:3 - καὶ εἶδον ὅτι οὐκ ἦν σῴζων καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ διέβην πρὸς τοὺς υἱοὺς Αμμων καὶ παρέδωκεν G3860 αὐτοὺς κύριος ἐν χειρί μου καὶ ἵνα τί ἀνέβητε πρός με τῇ ἡμέρᾳ ταύτῃ τοῦ πολεμεῖν ἐν ἐμοί
Unchecked Copy BoxJdg 13:1 - καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐναντίον κυρίου καὶ παρέδωκεν G3860 αὐτοὺς κύριος ἐν χειρὶ ἀλλοφύλων τεσσαράκοντα ἔτη
Unchecked Copy BoxJdg 16:23 - καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων συνήχθησαν τοῦ θῦσαι θυσίαν μεγάλην Δαγων τῷ θεῷ αὐτῶν καὶ τοῦ εὐφρανθῆναι καὶ εἶπαν παρέδωκεν G3860 θεὸς ἡμῶν ἐν χειρὶ ἡμῶν Σαμψων τὸν ἐχθρὸν ἡμῶν
Unchecked Copy BoxJdg 16:24 - καὶ εἶδεν αὐτὸν λαὸς καὶ ᾔνεσαν τοὺς θεοὺς αὐτῶν καὶ εἶπαν παρέδωκεν G3860 θεὸς ἡμῶν τὸν ἐχθρὸν ἡμῶν ἐν χειρὶ ἡμῶν καὶ τὸν ἐξερημοῦντα τὴν γῆν ἡμῶν ὅστις ἐπλήθυνεν τοὺς τραυματίας ἡμῶν
Unchecked Copy BoxJdg 18:10 - ἡνίκα ἂν εἰσέλθητε ἥξετε πρὸς λαὸν πεποιθότα καὶ γῆ εὐρύχωρος ὅτι παρέδωκεν G3860 αὐτὴν θεὸς ἐν χειρὶ ὑμῶν τόπος οὗ οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ῥήματος ὅσα ἐν τῇ γῇ
Unchecked Copy Box1Sa 14:12 - καὶ ἀπεκρίθησαν οἱ ἄνδρες μεσσαβ πρὸς Ιωναθαν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ λέγουσιν ἀνάβητε πρὸς ἡμᾶς καὶ γνωριοῦμεν ὑμῖν ῥῆμα καὶ εἶπεν Ιωναθαν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ ἀνάβηθι ὀπίσω μου ὅτι παρέδωκεν G3860 αὐτοὺς κύριος εἰς χεῖρας Ισραηλ
Unchecked Copy Box1Sa 23:14 - καὶ ἐκάθισεν Δαυιδ ἐν τῇ ἐρήμῳ ἐν Μασερεμ ἐν τοῖς στενοῖς καὶ ἐκάθητο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζιφ ἐν τῇ γῇ τῇ αὐχμώδει καὶ ἐζήτει αὐτὸν Σαουλ πάσας τὰς ἡμέρας καὶ οὐ παρέδωκεν G3860 αὐτὸν κύριος εἰς τὰς χεῖρας αὐτοῦ
Unchecked Copy Box1Sa 30:23 - καὶ εἶπεν Δαυιδ οὐ ποιήσετε οὕτως μετὰ τὸ παραδοῦναι G3860 τὸν κύριον ἡμῖν καὶ φυλάξαι ἡμᾶς καὶ παρέδωκεν G3860 κύριος τὸν γεδδουρ τὸν ἐπερχόμενον ἐφ᾽ ἡμᾶς εἰς χεῖρας ἡμῶν
Unchecked Copy Box2Ch 13:16 - καὶ ἔφυγον οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Ιουδα καὶ παρέδωκεν G3860 αὐτοὺς κύριος εἰς τὰς χεῖρας αὐτῶν
Unchecked Copy Box2Ch 16:8 - οὐχ οἱ Αἰθίοπες καὶ Λίβυες ἦσαν εἰς δύναμιν πολλὴν εἰς θάρσος εἰς ἱππεῖς εἰς πλῆθος σφόδρα καὶ ἐν τῷ πεποιθέναι σε ἐπὶ κύριον παρέδωκεν G3860 εἰς τὰς χεῖράς σου
Unchecked Copy Box2Ch 24:24 - ὅτι ἐν ὀλίγοις ἀνδράσιν παρεγένετο δύναμις Συρίας καὶ θεὸς παρέδωκεν G3860 εἰς τὰς χεῖρας αὐτῶν δύναμιν πολλὴν σφόδρα ὅτι ἐγκατέλιπον κύριον θεὸν τῶν πατέρων αὐτῶν καὶ μετὰ Ιωας ἐποίησεν κρίματα
Unchecked Copy Box2Ch 28:5 - καὶ παρέδωκεν G3860 αὐτὸν κύριος θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας καὶ ἐπάταξεν ἐν αὐτῷ καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν καὶ ἤγαγεν εἰς Δαμασκόν καὶ γὰρ εἰς τὰς χεῖρας βασιλέως Ισραηλ παρέδωκεν G3860 αὐτόν καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην
Unchecked Copy Box2Ch 28:9 - καὶ ἐκεῖ ἦν προφήτης τοῦ κυρίου Ωδηδ ὄνομα αὐτῷ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς δυνάμεως τῶν ἐρχομένων εἰς Σαμάρειαν καὶ εἶπεν αὐτοῖς ἰδοὺ ὀργὴ κυρίου θεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ τὸν Ιουδαν καὶ παρέδωκεν G3860 αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ ἕως τῶν οὐρανῶν ἔφθακεν
Unchecked Copy Box2Ch 30:7 - καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν καὶ οἱ ἀδελφοὶ ὑμῶν οἳ ἀπέστησαν ἀπὸ κυρίου θεοῦ πατέρων αὐτῶν καὶ παρέδωκεν G3860 αὐτοὺς εἰς ἐρήμωσιν καθὼς ὑμεῖς ὁρᾶτε
Unchecked Copy Box2Ch 36:17 - καὶ ἤγαγεν ἐπ᾽ αὐτοὺς βασιλέα Χαλδαίων καὶ ἀπέκτεινεν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ ἐν οἴκῳ ἁγιάσματος αὐτοῦ καὶ οὐκ ἐφείσατο τοῦ Σεδεκιου καὶ τὰς παρθένους αὐτῶν οὐκ ἠλέησαν καὶ τοὺς πρεσβυτέρους αὐτῶν ἀπήγαγον τὰ πάντα παρέδωκεν G3860 ἐν χερσὶν αὐτῶν
Unchecked Copy BoxJob 16:11 - παρέδωκεν G3860 γάρ με κύριος εἰς χεῖρας ἀδίκου ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέν με
Unchecked Copy BoxJob 24:14 - γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν G3860 αὐτοὺς εἰς σκότος καὶ νυκτὸς ἔσται ὡς κλέπτης
Unchecked Copy BoxPsa 78:48 - (LXX 77:48)καὶ παρέδωκεν G3860 εἰς χάλαζαν τὰ κτήνη αὐτῶν καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί
Unchecked Copy BoxPsa 78:61 - (LXX 77:61)καὶ παρέδωκεν G3860 εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρας ἐχθροῦ
Unchecked Copy BoxPsa 106:41 - (LXX 105:41)καὶ παρέδωκεν G3860 αὐτοὺς εἰς χεῖρας ἐθνῶν καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς
Unchecked Copy BoxIsa 53:6 - πάντες ὡς πρόβατα ἐπλανήθημεν ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη καὶ κύριος παρέδωκεν G3860 αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν
BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan