Previous Chapter Full Page Full Page Next Chapter

Μιχαΐας (Amos) 7 :: Septuagint (LXX)

Amo 7:1οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωθινή καὶ ἰδοὺ βροῦχος εἷς Γωγ βασιλεύς
Amo 7:2καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς καὶ εἶπα κύριε κύριε ἵλεως γενοῦ τίς ἀναστήσει τὸν Ιακωβ ὅτι ὀλιγοστός ἐστιν
Amo 7:3μετανόησον κύριε ἐπὶ τούτῳ καὶ τοῦτο οὐκ ἔσται λέγει κύριος
Amo 7:4οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐκάλεσεν τὴν δίκην ἐν πυρὶ κύριος καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλὴν καὶ κατέφαγεν τὴν μερίδα
Amo 7:5καὶ εἶπα κύριε κύριε κόπασον δή τίς ἀναστήσει τὸν Ιακωβ ὅτι ὀλιγοστός ἐστιν
Amo 7:6μετανόησον κύριε ἐπὶ τούτῳ καὶ τοῦτο οὐ μὴ γένηται λέγει κύριος
Amo 7:7οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἀνὴρ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας
Amo 7:8καὶ εἶπεν κύριος πρός με τί σὺ ὁρᾷς Αμως καὶ εἶπα ἀδάμαντα καὶ εἶπεν κύριος πρός με ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ισραηλ οὐκέτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν
Amo 7:9καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος καὶ αἱ τελεταὶ τοῦ Ισραηλ ἐξερημωθήσονται καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ιεροβοαμ ἐν ῥομφαίᾳ
Amo 7:10καὶ ἐξαπέστειλεν Αμασιας ἱερεὺς Βαιθηλ πρὸς Ιεροβοαμ βασιλέα Ισραηλ λέγων συστροφὰς ποιεῖται κατὰ σοῦ Αμως ἐν μέσῳ οἴκου Ισραηλ οὐ μὴ δύνηται γῆ ὑπενεγκεῖν ἅπαντας τοὺς λόγους αὐτοῦ
Amo 7:11διότι τάδε λέγει Αμως ἐν ῥομφαίᾳ τελευτήσει Ιεροβοαμ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ
Amo 7:12καὶ εἶπεν Αμασιας πρὸς Αμως ὁρῶν βάδιζε ἐκχώρησον εἰς γῆν Ιουδα καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις
Amo 7:13εἰς δὲ Βαιθηλ οὐκέτι μὴ προσθῇς τοῦ προφητεῦσαι ὅτι ἁγίασμα βασιλέως ἐστὶν καὶ οἶκος βασιλείας ἐστίν
Amo 7:14καὶ ἀπεκρίθη Αμως καὶ εἶπεν πρὸς Αμασιαν οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου ἀλλ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα
Amo 7:15καὶ ἀνέλαβέν με κύριος ἐκ τῶν προβάτων καὶ εἶπεν κύριος πρός με βάδιζε προφήτευσον ἐπὶ τὸν λαόν μου Ισραηλ
Amo 7:16καὶ νῦν ἄκουε λόγον κυρίου σὺ λέγεις μὴ προφήτευε ἐπὶ τὸν Ισραηλ καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον Ιακωβ
Amo 7:17διὰ τοῦτο τάδε λέγει κύριος γυνή σου ἐν τῇ πόλει πορνεύσει καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται καὶ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Amos Chapter 7 — Additional Translations: