Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Κορινθίους (1 Corinthians) 15 – Morphological Greek New Testament (MGNT)

(cf. Mar 16:9–20 )
1Co 15:1γνωρίζω δὲ ὑμῖν ἀδελφοί τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν ὃ καὶ παρελάβετε ἐν ᾧ καὶ ἑστήκατε
1Co 15:2δι᾽ οὗ καὶ σῴζεσθε τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε
1Co 15:3παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς
1Co 15:4καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς
1Co 15:5καὶ ὅτι ὤφθη Κηφᾷ εἶτα τοῖς δώδεκα
1Co 15:6ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ ἐξ ὧν οἱ πλείονες μένουσιν ἕως ἄρτι τινὲς δὲ ἐκοιμήθησαν
1Co 15:7ἔπειτα ὤφθη Ἰακώβῳ εἶτα τοῖς ἀποστόλοις πᾶσιν
1Co 15:8ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί
1Co 15:9ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ
1Co 15:10χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα οὐκ ἐγὼ δὲ ἀλλὰ ἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐμοί
1Co 15:11εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε
(cf. 1Th 4:13–18 )
1Co 15:12εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν
1Co 15:13εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν οὐδὲ Χριστὸς ἐγήγερται
1Co 15:14εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν κενὴ καὶ ἡ πίστις ὑμῶν
1Co 15:15εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται
1Co 15:16εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται οὐδὲ Χριστὸς ἐγήγερται
1Co 15:17εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται ματαία ἡ πίστις ὑμῶν ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν
1Co 15:18ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο
1Co 15:19εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν
1Co 15:20νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων
1Co 15:21ἐπειδὴ γὰρ δι᾽ ἀνθρώπου θάνατος καὶ δι᾽ ἀνθρώπου ἀνάστασις νεκρῶν
1Co 15:22ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται
1Co 15:23ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι ἀπαρχὴ Χριστός ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ
1Co 15:24εἶτα τὸ τέλος ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν
1Co 15:25δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ
1Co 15:26ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος
1Co 15:27πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα
1Co 15:28ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν
1Co 15:29ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν
1Co 15:30τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν
1Co 15:31καθ᾽ ἡμέραν ἀποθνῄσκω νὴ τὴν ὑμετέραν καύχησιν ἀδελφοί ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν
1Co 15:32εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ τί μοι τὸ ὄφελος εἰ νεκροὶ οὐκ ἐγείρονται φάγωμεν καὶ πίωμεν αὔριον γὰρ ἀποθνῄσκομεν
1Co 15:33μὴ πλανᾶσθε φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί
1Co 15:34ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν πρὸς ἐντροπὴν ὑμῖν λαλῶ
1Co 15:35ἀλλὰ ἐρεῖ τις πῶς ἐγείρονται οἱ νεκροί ποίῳ δὲ σώματι ἔρχονται
1Co 15:36ἄφρων σὺ ὃ σπείρεις οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ
1Co 15:37καὶ ὃ σπείρεις οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν
1Co 15:38ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα
1Co 15:39οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ ἀλλὰ ἄλλη μὲν ἀνθρώπων ἄλλη δὲ σὰρξ κτηνῶν ἄλλη δὲ σὰρξ πτηνῶν ἄλλη δὲ ἰχθύων
1Co 15:40καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια ἀλλὰ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα ἑτέρα δὲ ἡ τῶν ἐπιγείων
1Co 15:41ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη δόξα ἀστέρων ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ
1Co 15:42οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν σπείρεται ἐν φθορᾷ ἐγείρεται ἐν ἀφθαρσίᾳ
1Co 15:43σπείρεται ἐν ἀτιμίᾳ ἐγείρεται ἐν δόξῃ σπείρεται ἐν ἀσθενείᾳ ἐγείρεται ἐν δυνάμει
1Co 15:44σπείρεται σῶμα ψυχικόν ἐγείρεται σῶμα πνευματικόν εἰ ἔστιν σῶμα ψυχικόν ἔστιν καὶ πνευματικόν
1Co 15:45οὕτως καὶ γέγραπται ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν
1Co 15:46ἀλλ᾽ οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν ἔπειτα τὸ πνευματικόν
1Co 15:47ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ
1Co 15:48οἷος ὁ χοϊκός τοιοῦτοι καὶ οἱ χοϊκοί καὶ οἷος ὁ ἐπουράνιος τοιοῦτοι καὶ οἱ ἐπουράνιοι
1Co 15:49καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου
1Co 15:50τοῦτο δέ φημι ἀδελφοί ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ
1Co 15:51ἰδοὺ μυστήριον ὑμῖν λέγω πάντες οὐ κοιμηθησόμεθα πάντες δὲ ἀλλαγησόμεθα
1Co 15:52ἐν ἀτόμῳ ἐν ῥιπῇ ὀφθαλμοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι σαλπίσει γάρ καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι καὶ ἡμεῖς ἀλλαγησόμεθα
1Co 15:53δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν
1Co 15:54ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος κατεπόθη ὁ θάνατος εἰς νῖκος
1Co 15:55ποῦ σου θάνατε τὸ νῖκος ποῦ σου θάνατε τὸ κέντρον
1Co 15:56τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος
1Co 15:57τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
1Co 15:58ὥστε ἀδελφοί μου ἀγαπητοί ἑδραῖοι γίνεσθε ἀμετακίνητοι περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

1 Corinthians Chapter 15 — Additional Translations: