Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Πέτρου (1 Peter) 5 – Morphological Greek New Testament (MGNT)

1Pe 5:1πρεσβυτέρους οὖν ἐν ὑμῖν παρακαλῶ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός
1Pe 5:2ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως κατὰ θεόν μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως
1Pe 5:3μηδὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου
1Pe 5:4καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον
1Pe 5:5ὁμοίως νεώτεροι ὑποτάγητε πρεσβυτέροις πάντες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε ὅτι θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν
1Pe 5:6ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ
1Pe 5:7πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπαὐτόν ὅτι αὐτῷ μέλει περὶ ὑμῶν
1Pe 5:8νήψατε γρηγορήσατε ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τινα καταπιεῖν
1Pe 5:9 ἀντίστητε στερεοὶ τῇ πίστει εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι
1Pe 5:10 δὲ θεὸς πάσης χάριτος καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ ὀλίγον παθόντας αὐτὸς καταρτίσει στηρίξει σθενώσει θεμελιώσει
1Pe 5:11αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας ἀμήν
1Pe 5:12διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ ὡς λογίζομαι διὀλίγων ἔγραψα παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ εἰς ἣν στῆτε
1Pe 5:13ἀσπάζεται ὑμᾶς ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος υἱός μου
1Pe 5:14ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν Χριστῷ
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

1 Peter Chapter 5 — Additional Translations: