Previous Chapter Full Page Full Page Next Chapter

Λουκάς (Luke) 14 – Morphological Greek New Testament (MGNT)

Luk 14:1καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν
Luk 14:2καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ
Luk 14:3καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων ἔξεστιν τῷ σαββάτῳ θεραπεῦσαι ἢ οὔ
Luk 14:4οἱ δὲ ἡσύχασαν καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν
Luk 14:5καὶ πρὸς αὐτοὺς εἶπεν τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ πεσεῖται καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν ἡμέρᾳ τοῦ σαββάτου
Luk 14:6καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι πρὸς ταῦτα
Luk 14:7ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο λέγων πρὸς αὐτούς
Luk 14:8ὅταν κληθῇς ὑπό τινος εἰς γάμους μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾽ αὐτοῦ
Luk 14:9καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι δὸς τούτῳ τόπον καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν
Luk 14:10ἀλλ᾽ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ἐρεῖ σοι φίλε προσανάβηθι ἀνώτερον τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τῶν συνανακειμένων σοι
Luk 14:11ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται
Luk 14:12ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδομά σοι
Luk 14:13ἀλλ᾽ ὅταν δοχὴν ποιῇς κάλει πτωχούς ἀναπείρους χωλούς τυφλούς
Luk 14:14καὶ μακάριος ἔσῃ ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων
Luk 14:15ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ
Luk 14:16ὁ δὲ εἶπεν αὐτῷ ἄνθρωπός τις ἐποίει δεῖπνον μέγα καὶ ἐκάλεσεν πολλούς
Luk 14:17καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις ἔρχεσθε ὅτι ἤδη ἕτοιμά ἐστιν
Luk 14:18καὶ ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι ὁ πρῶτος εἶπεν αὐτῷ ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδεῖν αὐτόν ἐρωτῶ σε ἔχε με παρῃτημένον
Luk 14:19καὶ ἕτερος εἶπεν ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά ἐρωτῶ σε ἔχε με παρῃτημένον
Luk 14:20καὶ ἕτερος εἶπεν γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν
Luk 14:21καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε
Luk 14:22καὶ εἶπεν ὁ δοῦλος κύριε γέγονεν ὃ ἐπέταξας καὶ ἔτι τόπος ἐστίν
Luk 14:23καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν ἵνα γεμισθῇ μου ὁ οἶκος
Luk 14:24λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου
Luk 14:25συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς
Luk 14:26εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς ἔτι τε καὶ τὴν ψυχὴν ἑαυτοῦ οὐ δύναται εἶναί μου μαθητής
Luk 14:27ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου οὐ δύναται εἶναί μου μαθητής
Luk 14:28τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην εἰ ἔχει εἰς ἀπαρτισμόν
Luk 14:29ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν
Luk 14:30λέγοντες ὅτι οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι
Luk 14:31ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾽ αὐτόν
Luk 14:32εἰ δὲ μή γε ἔτι αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην
Luk 14:33οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται εἶναί μου μαθητής
Luk 14:34καλὸν οὖν τὸ ἅλας ἐὰν δὲ καὶ τὸ ἅλας μωρανθῇ ἐν τίνι ἀρτυθήσεται
Luk 14:35οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν ἔξω βάλλουσιν αὐτό ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Luke Chapter 14 — Additional Translations: