Previous Chapter Full Page Full Page Next Chapter

Μάρκος (Mark) 6 – Morphological Greek New Testament (MGNT)

Mar 6:1καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ἔρχεται εἰς τὴν πατρίδα αὐτοῦ καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ
Mar 6:2καὶ γενομένου σαββάτου ἤρξατο διδάσκειν ἐν τῇ συναγωγῇ καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες πόθεν τούτῳ ταῦτα καὶ τίς ἡ σοφία ἡ δοθεῖσα τούτῳ καὶ αἱ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γινόμεναι
Mar 6:3οὐχ οὗτός ἐστιν ὁ τέκτων ὁ υἱὸς τῆς Μαρίας καὶ ἀδελφὸς Ἰακώβου καὶ Ἰωσῆτος καὶ Ἰούδα καὶ Σίμωνος καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ
Mar 6:4καὶ ἔλεγεν αὐτοῖς ὁ Ἰησοῦς ὅτι οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενεῦσιν αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ
Mar 6:5καὶ οὐκ ἐδύνατο ἐκεῖ ποιῆσαι οὐδεμίαν δύναμιν εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν
Mar 6:6καὶ ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων
Mar 6:7καὶ προσκαλεῖται τοὺς δώδεκα καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων
Mar 6:8καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον μὴ ἄρτον μὴ πήραν μὴ εἰς τὴν ζώνην χαλκόν
Mar 6:9ἀλλὰ ὑποδεδεμένους σανδάλια καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας
Mar 6:10καὶ ἔλεγεν αὐτοῖς ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν
Mar 6:11καὶ ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς
Mar 6:12καὶ ἐξελθόντες ἐκήρυξαν ἵνα μετανοῶσιν
Mar 6:13καὶ δαιμόνια πολλὰ ἐξέβαλλον καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον
Mar 6:14καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ καὶ ἔλεγον ὅτι Ἰωάννης ὁ βαπτίζων ἐγήγερται ἐκ νεκρῶν καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ
Mar 6:15ἄλλοι δὲ ἔλεγον ὅτι Ἠλίας ἐστίν ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ὡς εἷς τῶν προφητῶν
Mar 6:16ἀκούσας δὲ ὁ Ἡρῴδης ἔλεγεν ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην οὗτος ἠγέρθη
Mar 6:17αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ ὅτι αὐτὴν ἐγάμησεν
Mar 6:18ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου
Mar 6:19ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι καὶ οὐκ ἠδύνατο
Mar 6:20ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον καὶ συνετήρει αὐτόν καὶ ἀκούσας αὐτοῦ πολλὰ ἠπόρει καὶ ἡδέως αὐτοῦ ἤκουεν
Mar 6:21καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας
Mar 6:22καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτοῦ Ἡρῳδιάδος καὶ ὀρχησαμένης ἤρεσεν τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ αἴτησόν με ὃ ἐὰν θέλῃς καὶ δώσω σοι
Mar 6:23καὶ ὤμοσεν αὐτῇ πολλά ὅ τι ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου
Mar 6:24καὶ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς τί αἰτήσωμαι ἡ δὲ εἶπεν τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτίζοντος
Mar 6:25καὶ εἰσελθοῦσα εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα θέλω ἵνα ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ
Mar 6:26καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς ἀνακειμένους οὐκ ἠθέλησεν ἀθετῆσαι αὐτήν
Mar 6:27καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ
Mar 6:28καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς
Mar 6:29καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ
Mar 6:30καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν καὶ ἀπήγγειλαν αὐτῷ πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν
Mar 6:31καὶ λέγει αὐτοῖς δεῦτε ὑμεῖς αὐτοὶ κατ᾽ ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύσασθε ὀλίγον ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί καὶ οὐδὲ φαγεῖν εὐκαίρουν
Mar 6:32καὶ ἀπῆλθον ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν
Mar 6:33καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ἐπέγνωσαν πολλοί καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτούς
Mar 6:34καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά
Mar 6:35καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἔλεγον ὅτι ἔρημός ἐστιν ὁ τόπος καὶ ἤδη ὥρα πολλή
Mar 6:36ἀπόλυσον αὐτούς ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς τί φάγωσιν
Mar 6:37ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς δότε αὐτοῖς ὑμεῖς φαγεῖν καὶ λέγουσιν αὐτῷ ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δώσομεν αὐτοῖς φαγεῖν
Mar 6:38ὁ δὲ λέγει αὐτοῖς πόσους ἄρτους ἔχετε ὑπάγετε ἴδετε καὶ γνόντες λέγουσιν πέντε καὶ δύο ἰχθύας
Mar 6:39καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ
Mar 6:40καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ κατὰ ἑκατὸν καὶ κατὰ πεντήκοντα
Mar 6:41καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσιν αὐτοῖς καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν
Mar 6:42καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν
Mar 6:43καὶ ἦραν κλάσματα δώδεκα κοφίνων πληρώματα καὶ ἀπὸ τῶν ἰχθύων
Mar 6:44καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες
Mar 6:45καὶ εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν ἕως αὐτὸς ἀπολύει τὸν ὄχλον
Mar 6:46καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι
Mar 6:47καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς
Mar 6:48καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης καὶ ἤθελεν παρελθεῖν αὐτούς
Mar 6:49οἱ δὲ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἔδοξαν ὅτι φάντασμά ἐστιν καὶ ἀνέκραξαν
Mar 6:50πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν ὁ δὲ εὐθὺς ἐλάλησεν μετ᾽ αὐτῶν καὶ λέγει αὐτοῖς θαρσεῖτε ἐγώ εἰμι μὴ φοβεῖσθε
Mar 6:51καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον καὶ ἐκόπασεν ὁ ἄνεμος καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο
Mar 6:52οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις ἀλλ᾽ ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη
Mar 6:53καὶ διαπεράσαντες ἐπὶ τὴν γῆν ἦλθον εἰς Γεννησαρὲτ καὶ προσωρμίσθησαν
Mar 6:54καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθὺς ἐπιγνόντες αὐτὸν
Mar 6:55περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐστίν
Mar 6:56καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ εἰς πόλεις ἢ εἰς ἀγροὺς ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται καὶ ὅσοι ἂν ἥψαντο αὐτοῦ ἐσῴζοντο
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Mark Chapter 6 — Additional Translations: