The Blue Letter Bible
BLB Searches
Search the Bible
Search TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search TR

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

KATA MARKONV (Mark) 6 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible
(Mat 13:53–58; Luk 4:16–30 )
Unchecked Copy BoxMar 6:1 - Καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ
Unchecked Copy BoxMar 6:2 - καὶ γενομένου σαββάτου ἤρξατο ἐν τῇ συναγωγῇ διδάσκειν καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες Πόθεν τούτῳ ταῦτα καὶ τίς ἡ σοφία ἡ δοθεῖσα αὐτῷ, ὅτι καὶ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γινόνται
Unchecked Copy BoxMar 6:3 - οὐκ οὗτός ἐστιν ὁ τέκτων ὁ υἱὸς Μαρίας ἀδελφὸς δὲ Ἰακώβου καὶ Ἰωσῆ καὶ Ἰούδα καὶ Σίμωνος καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ
Unchecked Copy BoxMar 6:4 - ἔλεγεν δὲ αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενέσιν καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ
Unchecked Copy BoxMar 6:5 - καὶ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν
Unchecked Copy BoxMar 6:6 - καὶ ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων
(Mat 10:1, 5–15; Luk 9:1–6 )
Unchecked Copy BoxMar 6:7 - καὶ προσκαλεῖται τοὺς δώδεκα καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων
Unchecked Copy BoxMar 6:8 - καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον μὴ πήραν μὴ ἄρτον μὴ εἰς τὴν ζώνην χαλκόν
Unchecked Copy BoxMar 6:9 - ἀλλ᾽ ὑποδεδεμένους σανδάλια καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας
Unchecked Copy BoxMar 6:10 - καὶ ἔλεγεν αὐτοῖς Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν
Unchecked Copy BoxMar 6:11 - καὶ ὃσοι ἂν μὴ δέξωνταί ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς ἀμὴν λέγω ὑμῖν, ἀνεκτοτερον ἔσται Σοδόμοις ἤ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἤ τῇ πόλει ἐκείνη
Unchecked Copy BoxMar 6:12 - Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσιν
Unchecked Copy BoxMar 6:13 - καὶ δαιμόνια πολλὰ ἐξέβαλλον καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον
(Mat 14:1–12; Luk 9:7–9 )
Unchecked Copy BoxMar 6:14 - Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ καὶ ἔλεγεν ὅτι Ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ
Unchecked Copy BoxMar 6:15 - ἄλλοι ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ἐστίν· ἢ ὡς εἷς τῶν προφητῶν
Unchecked Copy BoxMar 6:16 - ἀκούσας δὲ ὁ Ἡρῴδης εἶπεν, ὅτι Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην οὗτος ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν
Unchecked Copy BoxMar 6:17 - Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν τῇ φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ ὅτι αὐτὴν ἐγάμησεν·
Unchecked Copy BoxMar 6:18 - ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου
Unchecked Copy BoxMar 6:19 - ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι καὶ οὐκ ἠδύνατο·
Unchecked Copy BoxMar 6:20 - ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον καὶ συνετήρει αὐτόν καὶ ἀκούσας αὐτοῦ πολλὰ ἐποίει, καὶ ἡδέως αὐτοῦ ἤκουεν
Unchecked Copy BoxMar 6:21 - Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας
Unchecked Copy BoxMar 6:22 - καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης καὶ ἄρεσασης, τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ Αἴτησόν με ὃ ἐὰν θέλῃς καὶ δώσω σοι·
Unchecked Copy BoxMar 6:23 - καὶ ὤμοσεν αὐτῇ ὅτι, Ὅ ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου
Unchecked Copy BoxMar 6:24 - ἡ δὲ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς Τί αἰτήσομαι ἡ δὲ εἶπεν Τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτίστου
Unchecked Copy BoxMar 6:25 - καὶ εἰσελθοῦσα εὐθὲως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα Θέλω ἵνα μοι δῷς ἐξαὐτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ
Unchecked Copy BoxMar 6:26 - καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι
Unchecked Copy BoxMar 6:27 - καὶ εὐθὲως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ
Unchecked Copy BoxMar 6:28 - καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς
Unchecked Copy BoxMar 6:29 - καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν τῷ μνημείῳ
(Mat 14:13–21; Luk 9:10–17; Jhn 6:1–14 )
Unchecked Copy BoxMar 6:30 - Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν καὶ ἀπήγγειλαν αὐτῷ πάντα καὶ ὅσα ἐποίησαν Καὶ ὅσα ἐδίδαξαν
Unchecked Copy BoxMar 6:31 - καὶ εἶπεν αὐτοῖς Δεῦτε ὑμεῖς αὐτοὶ κατ᾽ ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύεσθε ὀλίγον ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί καὶ οὐδὲ φαγεῖν ηὐκαίρουν
Unchecked Copy BoxMar 6:32 - καὶ ἀπῆλθον εἰς ἔρημον τόπον τῷ πλοίῳ κατ᾽ ἰδίαν
Unchecked Copy BoxMar 6:33 - καὶ εἶδον αὐτοὺς ὑπάγοντας οἱ ὄχλοι, καὶ ἐπέγνωσαν αὐτὸν πολλοί καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτούς καὶ συνῆλθον πρὸς αὐτὸν
Unchecked Copy BoxMar 6:34 - καὶ ἐξελθὼν εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά
Unchecked Copy BoxMar 6:35 - Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγουσιν ὅτι Ἔρημός ἐστιν ὁ τόπος καὶ ἤδη ὥρα πολλή·
Unchecked Copy BoxMar 6:36 - ἀπόλυσον αὐτούς ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ἄρτους τί γὰρ φάγωσιν οὐκ ἔχουσιν
Unchecked Copy BoxMar 6:37 - ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Δότε αὐτοῖς ὑμεῖς φαγεῖν καὶ λέγουσιν αὐτῷ Ἀπελθόντες ἀγοράσωμεν διακοσίων δηναρίων ἄρτους καὶ δώμεν αὐτοῖς φαγεῖν
Unchecked Copy BoxMar 6:38 - ὁ δὲ λέγει αὐτοῖς Πόσους ἄρτους ἔχετε ὑπάγετε καὶ ἴδετε καὶ γνόντες λέγουσιν Πέντε καὶ δύο ἰχθύας
Unchecked Copy BoxMar 6:39 - καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ
Unchecked Copy BoxMar 6:40 - καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα
Unchecked Copy BoxMar 6:41 - καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παραθῶσιν αὐτοῖς καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν
Unchecked Copy BoxMar 6:42 - καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν
Unchecked Copy BoxMar 6:43 - καὶ ἦραν κλασμάτων δώδεκα κοφίνους πληρεις, καὶ ἀπὸ τῶν ἰχθύων
Unchecked Copy BoxMar 6:44 - καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους ὡσεὶ πεντακισχίλιοι ἄνδρες
(Mat 14:22–33; Jhn 6:15–21 )
Unchecked Copy BoxMar 6:45 - Καὶ εὐθὲως ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν ἕως αὐτὸς ἀπολύσῃ τὸν ὄχλον
Unchecked Copy BoxMar 6:46 - καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι
Unchecked Copy BoxMar 6:47 - καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς
Unchecked Copy BoxMar 6:48 - καὶ εἶδεν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς
Unchecked Copy BoxMar 6:49 - οἱ δὲ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης ἔδοξαν φάντασμά εἶναι, καὶ ἀνέκραξαν·
Unchecked Copy BoxMar 6:50 - πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν καὶ εὐθὲως ἐλάλησεν μετ᾽ αὐτῶν καὶ λέγει αὐτοῖς Θαρσεῖτε ἐγώ εἰμι· μὴ φοβεῖσθε
Unchecked Copy BoxMar 6:51 - καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον καὶ ἐκόπασεν ὁ ἄνεμος καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο· καὶ ἐθαύμαζον
Unchecked Copy BoxMar 6:52 - οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις ἦν γὰρ ἡ καρδία αὐτῶν πεπωρωμένη
(Mat 14:34–36 )
Unchecked Copy BoxMar 6:53 - Καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν Γενησαρέτ καὶ προσωρμίσθησαν
Unchecked Copy BoxMar 6:54 - καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθὲως ἐπιγνόντες αὐτὸν
Unchecked Copy BoxMar 6:55 - περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην ἤρξαντο ἐπὶ τοῖς κραββάτοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐκεῖ ἐστιν
Unchecked Copy BoxMar 6:56 - καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ πόλεις ἢ ἀγροὺς ἐν ταῖς ἀγοραῖς ἐτίθουν τοὺς ἀσθενοῦντας καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἤπτοντο αὐτοῦ ἐσῴζοντο
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search TR
Your Bible Version is the TR
Go to Top
Link to This Page Cite This Page
Share this page Follow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization