TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Λουκάς (Luke) 23 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
(Mat 27:1, 2, 11–14; Mar 15:1–5; Jhn 18:28–38 )
Unchecked Copy BoxLuk 23:1 - Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγεν αὐτὸν ἐπὶ τὸν Πιλᾶτον
Unchecked Copy BoxLuk 23:2 - ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρους διδόναι λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι
Unchecked Copy BoxLuk 23:3 - δὲ Πιλᾶτος ἐπηρώτησεν αὐτὸν λέγων, Σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων δὲ ἀποκριθεὶς αὐτῷ ἔφη Σὺ λέγεις
Unchecked Copy BoxLuk 23:4 - δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ
Unchecked Copy BoxLuk 23:5 - οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθ᾽ ὅλης τῆς Ἰουδαίας ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε
Unchecked Copy BoxLuk 23:6 - Πιλᾶτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ἄνθρωπος Γαλιλαῖός ἐστιν·
Unchecked Copy BoxLuk 23:7 - καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις
Unchecked Copy BoxLuk 23:8 - δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν ἦν γὰρ θέλων ἐξ ἱκανοῦ ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν πολλὰ περὶ αὐτοῦ καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ γινόμενον
Unchecked Copy BoxLuk 23:9 - ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ
Unchecked Copy BoxLuk 23:10 - εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ
Unchecked Copy BoxLuk 23:11 - ἐξουθενήσας δὲ αὐτὸν Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ
Unchecked Copy BoxLuk 23:12 - ἐγένοντο δὲ φίλοι τε Πιλᾶτος καὶ Ἡρῴδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς
(Mat 27:15–26; Mar 15:6–15; Jhn 18:38—19:16 )
Unchecked Copy BoxLuk 23:13 - Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν
Unchecked Copy BoxLuk 23:14 - εἶπεν πρὸς αὐτούς Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ
Unchecked Copy BoxLuk 23:15 - ἀλλ᾽ οὐδὲ Ἡρῴδης ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτὸν καὶ ἰδού, οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ·
Unchecked Copy BoxLuk 23:16 - παιδεύσας οὖν αὐτὸν ἀπολύσω
Unchecked Copy BoxLuk 23:17 - ἀνάγκην δέ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα
Unchecked Copy BoxLuk 23:18 - ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες Αἶρε τοῦτον ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν·
Unchecked Copy BoxLuk 23:19 - ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς φυλακήν
Unchecked Copy BoxLuk 23:20 - πάλιν οὖν Πιλᾶτος προσεφώνησεν θέλων ἀπολῦσαι τὸν Ἰησοῦν
Unchecked Copy BoxLuk 23:21 - οἱ δὲ ἐπεφώνουν λέγοντες Σταύρωσον, σταύρωσον αὐτόν
Unchecked Copy BoxLuk 23:22 - δὲ τρίτον εἶπεν πρὸς αὐτούς Τί γὰρ κακὸν ἐποίησεν οὗτος οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω
Unchecked Copy BoxLuk 23:23 - οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀῥχιερέων
Unchecked Copy BoxLuk 23:24 - δὲ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν·
Unchecked Copy BoxLuk 23:25 - ἀπέλυσεν δὲ αὐτοῖς τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακὴν ὃν ᾐτοῦντο τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν
(Mat 27:32–44; Mar 15:21–32; Jhn 19:17–24 )
Unchecked Copy BoxLuk 23:26 - Καὶ ὡς ἀπήγαγον αὐτόν ἐπιλαβόμενοι Σίμωνος τινος Κυρηναίου τοῦ ἐρχόμενου ἀπ᾽ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ
Unchecked Copy BoxLuk 23:27 - Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν
Unchecked Copy BoxLuk 23:28 - στραφεὶς δὲ πρὸς αὐτὰς Ἰησοῦς εἶπεν Θυγατέρες Ἰερουσαλήμ μὴ κλαίετε ἐπ᾽ ἐμέ· πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν
Unchecked Copy BoxLuk 23:29 - ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱ στεῖραι καὶ κοιλίαι αἱ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθήλασαν
Unchecked Copy BoxLuk 23:30 - τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν Πέσετε ἐφ᾽ ἡμᾶς καὶ τοῖς βουνοῖς Καλύψατε ἡμᾶς·
Unchecked Copy BoxLuk 23:31 - ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν ἐν τῷ ξηρῷ τί γένηται
Unchecked Copy BoxLuk 23:32 - Ἤγοντο δὲ καὶ ἕτεροι δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι
Unchecked Copy BoxLuk 23:33 - καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν
Unchecked Copy BoxLuk 23:34 - δὲ Ἰησοῦς ἔλεγεν Πάτερ ἄφες αὐτοῖς οὐ γὰρ οἴδασιν τί ποιοῦσιν διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλῆρον
Unchecked Copy BoxLuk 23:35 - καὶ εἱστήκει λαὸς θεωρῶν ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς, λέγοντες Ἄλλους ἔσωσεν σωσάτω ἑαυτόν εἰ οὗτός ἐστιν Χριστὸς τοῦ θεοῦ ἐκλεκτός
Unchecked Copy BoxLuk 23:36 - ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι καὶ ὄξος προσφέροντες αὐτῷ
Unchecked Copy BoxLuk 23:37 - καὶ λέγοντες Εἰ σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων σῶσον σεαυτόν
Unchecked Copy BoxLuk 23:38 - ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ᾽ αὐτῷ γράμμασιν Ἑλληνικοῖς, καὶ Ρωμαικοῖς καὶ Ἑβραικοῖς, οὗτος ἐστὶν βασιλεὺς τῶν Ἰουδαίων
Unchecked Copy BoxLuk 23:39 - Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὖτὸν λέγων, Εἰ σὺ εἶ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς
Unchecked Copy BoxLuk 23:40 - ἀποκριθεὶς δὲ ἕτερος ἐπετίμα αὐτῷ λέγων, Οὐδὲ φοβῇ σὺ τὸν θεόν ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ
Unchecked Copy BoxLuk 23:41 - καὶ ἡμεῖς μὲν δικαίως ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν
Unchecked Copy BoxLuk 23:42 - καὶ ἔλεγεν τᾠ Ἰησοῦ μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἕν τῃ βασιλείᾳ σου
Unchecked Copy BoxLuk 23:43 - καὶ εἶπεν αὐτῷ Ἰησοῦς, Ἀμήν λέγω σοι σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ
(Mat 27:45–56; Mar 15:33–41; Jhn 19:25–30 )
Unchecked Copy BoxLuk 23:44 - ἦν δὲ ὡσεὶ ὥρα ἕκτη Καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐννάτης
Unchecked Copy BoxLuk 23:45 - καὶ ἐσκοτίσθη ἥλιος, καί ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον
Unchecked Copy BoxLuk 23:46 - καὶ φωνήσας φωνῇ μεγάλῃ Ἰησοῦς εἶπεν Πάτερ εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν
Unchecked Copy BoxLuk 23:47 - Ἰδὼν δὲ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασεν τὸν θεὸν λέγων, Ὄντως ἄνθρωπος οὗτος δίκαιος ἦν
Unchecked Copy BoxLuk 23:48 - καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην θεωροῦντες τὰ γενόμενα τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον
Unchecked Copy BoxLuk 23:49 - εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ μακρόθεν καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας ὁρῶσαι ταῦτα
(Mat 27:57–61; Mar 15:42–47; Jhn 19:38–42 )
Unchecked Copy BoxLuk 23:50 - Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων ἀνὴρ ἀγαθὸς καὶ δίκαιος
Unchecked Copy BoxLuk 23:51 - οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων ὃς καὶ προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ θεοῦ
Unchecked Copy BoxLuk 23:52 - οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ
Unchecked Copy BoxLuk 23:53 - καὶ καθελὼν αὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδέπω οὐδεὶς κείμενος
Unchecked Copy BoxLuk 23:54 - καὶ ἡμέρα ἦν παρασκευή καὶ σάββατον ἐπέφωσκεν
Unchecked Copy BoxLuk 23:55 - Κατακολουθήσασαι δὲ καὶ γυναῖκες αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ
Unchecked Copy BoxLuk 23:56 - ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Luke Chapter 23 — Additional Translations: