TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Λουκάς (Luke) 24 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
(Mat 28:1–10; Mar 16:1–8; Jhn 20:1–10 )
Unchecked Copy BoxLuk 24:1 - τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέος ἦλθον ἐπὶ τὸ μνῆμα φέρουσαι ἡτοίμασαν ἀρώματα καί τινές σύν αὐταῖς
Unchecked Copy BoxLuk 24:2 - εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου
Unchecked Copy BoxLuk 24:3 - καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ κυρίου Ἰησοῦ
Unchecked Copy BoxLuk 24:4 - καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδού, δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις
Unchecked Copy BoxLuk 24:5 - ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν εἶπον πρὸς αὐτάς Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν·
Unchecked Copy BoxLuk 24:6 - οὐκ ἔστιν ὧδε ἀλλ᾽ ἠγέρθη μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ
Unchecked Copy BoxLuk 24:7 - λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι
Unchecked Copy BoxLuk 24:8 - καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ
Unchecked Copy BoxLuk 24:9 - καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς
Unchecked Copy BoxLuk 24:10 - ἦσαν δὲ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς αἱ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα
Unchecked Copy BoxLuk 24:11 - καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν καὶ ἠπίστουν αὐταῖς
Unchecked Copy BoxLuk 24:12 - δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα καὶ ἀπῆλθεν πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός
(Mar 16:12, 13 )
Unchecked Copy BoxLuk 24:13 - Καὶ ἰδού, δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ ὄνομα Ἐμμαοῦς
Unchecked Copy BoxLuk 24:14 - καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων
Unchecked Copy BoxLuk 24:15 - καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς
Unchecked Copy BoxLuk 24:16 - οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν
Unchecked Copy BoxLuk 24:17 - εἶπεν δὲ πρὸς αὐτούς Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες καὶ ἐστὲ σκυθρωποί
Unchecked Copy BoxLuk 24:18 - ἀποκριθεὶς δὲ εἷς ὄνομα Κλεοπᾶς εἶπεν πρὸς αὐτόν Σὺ μόνος παροικεῖς ἐν Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις
Unchecked Copy BoxLuk 24:19 - καὶ εἶπεν αὐτοῖς Ποῖα οἱ δὲ εἶπον αὐτῷ Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ
Unchecked Copy BoxLuk 24:20 - ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν
Unchecked Copy BoxLuk 24:21 - ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον, ἀφ᾽ οὗ ταῦτα ἐγένετο
Unchecked Copy BoxLuk 24:22 - ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὀρθριαὶ ἐπὶ τὸ μνημεῖον
Unchecked Copy BoxLuk 24:23 - καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι οἳ λέγουσιν αὐτὸν ζῆν
Unchecked Copy BoxLuk 24:24 - καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον καὶ εὗρον οὕτως καθὼς καὶ αἱ γυναῖκες εἶπον αὐτὸν δὲ οὐκ εἶδον
Unchecked Copy BoxLuk 24:25 - καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται·
Unchecked Copy BoxLuk 24:26 - οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ
Unchecked Copy BoxLuk 24:27 - καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ
Unchecked Copy BoxLuk 24:28 - Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι
Unchecked Copy BoxLuk 24:29 - καὶ παρεβιάσαντο αὐτὸν λέγοντες Μεῖνον μεθ᾽ ἡμῶν ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ἡμέρα καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς
Unchecked Copy BoxLuk 24:30 - καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς·
Unchecked Copy BoxLuk 24:31 - αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν
Unchecked Copy BoxLuk 24:32 - καὶ εἶπον πρὸς ἀλλήλους Οὐχὶ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς
Unchecked Copy BoxLuk 24:33 - καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλήμ καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς
Unchecked Copy BoxLuk 24:34 - λέγοντας ὅτι ἠγέρθη κύριος ὄντως καὶ ὤφθη Σίμωνι
Unchecked Copy BoxLuk 24:35 - καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου
(Jhn 20:19–23; Act 1:3–5; 1Co 15:5 )
Unchecked Copy BoxLuk 24:36 - Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν
Unchecked Copy BoxLuk 24:37 - πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν
Unchecked Copy BoxLuk 24:38 - καὶ εἶπεν αὐτοῖς Τί τεταραγμένοι ἐστέ καὶ δια τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν
Unchecked Copy BoxLuk 24:39 - ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι αὐτός· ἐγώ εἰμι ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα
Unchecked Copy BoxLuk 24:40 - καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας
Unchecked Copy BoxLuk 24:41 - ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς Ἔχετέ τι βρώσιμον ἐνθάδε
Unchecked Copy BoxLuk 24:42 - οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου
Unchecked Copy BoxLuk 24:43 - καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν
Unchecked Copy BoxLuk 24:44 - Εἶπεν δὲ αὐτοῖς Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ
Unchecked Copy BoxLuk 24:45 - τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς·
Unchecked Copy BoxLuk 24:46 - καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτως γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ
Unchecked Copy BoxLuk 24:47 - καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη ἀρξάμενον ἀπὸ Ἰερουσαλήμ
Unchecked Copy BoxLuk 24:48 - ὑμεῖς δὲ ἐστε μάρτυρες τούτων
Unchecked Copy BoxLuk 24:49 - καὶ ἰδού, ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾽ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἰερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους
(Mar 16:19, 20; Act 1:9 )
Unchecked Copy BoxLuk 24:50 - Ἐξήγαγεν δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς
Unchecked Copy BoxLuk 24:51 - καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾽ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν
Unchecked Copy BoxLuk 24:52 - καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης
Unchecked Copy BoxLuk 24:53 - καὶ ἦσαν διαπαντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν θεόν Ἀμήν
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Luke Chapter 24 — Additional Translations: