TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ματθαίος (Matthew) 21 :: Textus Receptus (TR)

Choose a new font size and typeface
Audio Bibles
(Mar 11:1–10; Luk 19:28–40; Jhn 12:12–19 )
Unchecked Copy BoxMat 21:1 - Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς
Unchecked Copy BoxMat 21:2 - λέγων αὐτοῖς, Πορεύθητε εἰς τὴν κώμην τὴν ἀπέναντι ὑμῶν καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ᾽ αὐτῆς· λύσαντες ἀγάγετέ μοι
Unchecked Copy BoxMat 21:3 - καὶ ἐάν τις ὑμῖν εἴπῃ τι ἐρεῖτε ὅτι κύριος αὐτῶν χρείαν ἔχει· εὐθέως δὲ ἀποστελεῖ αὐτούς
Unchecked Copy BoxMat 21:4 - Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος
Unchecked Copy BoxMat 21:5 - Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδού, βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου
Unchecked Copy BoxMat 21:6 - πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς Ἰησοῦς
Unchecked Copy BoxMat 21:7 - ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ ἐπέθηκαν ἐπάνω αὐτῶν τὰ ἱμάτια αὐτῶν καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν
Unchecked Copy BoxMat 21:8 - δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ
Unchecked Copy BoxMat 21:9 - οἱ δὲ ὄχλοι οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες Ὡσαννὰ τῷ υἱῷ Δαβίδ· Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις
Unchecked Copy BoxMat 21:10 - καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα πόλις λέγουσα, Τίς ἐστιν οὗτος
Unchecked Copy BoxMat 21:11 - οἱ δὲ ὄχλοι ἔλεγον Οὗτός ἐστιν Ἰησοῦς προφήτης ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας
(Mar 11:15–19; Luk 19:45–48; Jhn 2:13–22 )
Unchecked Copy BoxMat 21:12 - Καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ θεοῦ καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς
Unchecked Copy BoxMat 21:13 - καὶ λέγει αὐτοῖς Γέγραπται οἶκός μου οἶκος προσευχῆς κληθήσεται ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν
Unchecked Copy BoxMat 21:14 - Καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ καὶ ἐθεράπευσεν αὐτούς
Unchecked Copy BoxMat 21:15 - ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἐποίησεν καὶ τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας Ὡσαννὰ τῷ υἱῷ Δαβίδ, ἠγανάκτησαν
Unchecked Copy BoxMat 21:16 - καὶ εἶπον αὐτῷ Ἀκούεις τί οὗτοι λέγουσιν δὲ Ἰησοῦς λέγει αὐτοῖς Ναί οὐδέποτε ἀνέγνωτε ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον
Unchecked Copy BoxMat 21:17 - Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ
(Mar 11:12–14 )
Unchecked Copy BoxMat 21:18 - Πρωΐας δὲ ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασεν
Unchecked Copy BoxMat 21:19 - καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἠλθεν ἐπ᾽ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον καὶ λέγει αὐτῇ Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα καὶ ἐξηράνθη παραχρῆμα συκῆ
(Mar 11:20–24 )
Unchecked Copy BoxMat 21:20 - καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες Πῶς παραχρῆμα ἐξηράνθη συκῆ
Unchecked Copy BoxMat 21:21 - ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν γενήσεται·
Unchecked Copy BoxMat 21:22 - καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήψεσθε
(Mar 11:27–33; Luk 20:1–8 )
Unchecked Copy BoxMat 21:23 - Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην
Unchecked Copy BoxMat 21:24 - ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·
Unchecked Copy BoxMat 21:25 - τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν ἐξ οὐρανοῦ ἐξ ἀνθρώπων οἱ δὲ διελογίζοντο παῤ ἑαυτοῖς λέγοντες Ἐὰν εἴπωμεν Ἐξ οὐρανοῦ ἐρεῖ ἡμῖν Δια τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ
Unchecked Copy BoxMat 21:26 - ἐὰν δὲ εἴπωμεν Ἐξ ἀνθρώπων φοβούμεθα τὸν ὄχλον πάντες γὰρ ἔχουσιν τὸν Ἰωάννην ὡς προφήτην
Unchecked Copy BoxMat 21:27 - καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπον, Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
Unchecked Copy BoxMat 21:28 - Τί δὲ ὑμῖν δοκεῖ ἄνθρωπος εἶχεν τέκνα δύο καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν Τέκνον ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι μου
Unchecked Copy BoxMat 21:29 - δὲ ἀποκριθεὶς εἶπεν Οὐ θέλω ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν
Unchecked Copy BoxMat 21:30 - καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως δὲ ἀποκριθεὶς εἶπεν Ἐγώ κύριε καὶ οὐκ ἀπῆλθεν
Unchecked Copy BoxMat 21:31 - τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ, πρῶτος. λέγει αὐτοῖς Ἰησοῦς, Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ
Unchecked Copy BoxMat 21:32 - ἦλθεν γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης καὶ οὐκ ἐπιστεύσατε αὐτῷ οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ
(Mar 12:1–12; Luk 20:9–19 )
Unchecked Copy BoxMat 21:33 - Ἄλλην παραβολὴν ἀκούσατε Ἄνθρωπος τις ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν
Unchecked Copy BoxMat 21:34 - ὅτε δὲ ἤγγισεν καιρὸς τῶν καρπῶν ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ
Unchecked Copy BoxMat 21:35 - καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν ὃν δὲ ἀπέκτειναν ὃν δὲ ἐλιθοβόλησαν
Unchecked Copy BoxMat 21:36 - πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως
Unchecked Copy BoxMat 21:37 - ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων, Ἐντραπήσονται τὸν υἱόν μου
Unchecked Copy BoxMat 21:38 - οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς Οὗτός ἐστιν κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ
Unchecked Copy BoxMat 21:39 - καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν
Unchecked Copy BoxMat 21:40 - ὅταν οὖν ἔλθῃ κύριος τοῦ ἀμπελῶνος τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις
Unchecked Copy BoxMat 21:41 - λέγουσιν αὐτῷ Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδόσεται ἄλλοις γεωργοῖς οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν
Unchecked Copy BoxMat 21:42 - λέγει αὐτοῖς Ἰησοῦς Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν
Unchecked Copy BoxMat 21:43 - διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾽ ὑμῶν βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς
Unchecked Copy BoxMat 21:44 - Καὶ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ λικμήσει αὐτόν
Unchecked Copy BoxMat 21:45 - Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει·
Unchecked Copy BoxMat 21:46 - καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους ἐπειδὴ ὡς προφήτην αὐτὸν εἶχον
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Matthew Chapter 21 — Additional Translations: