Previous Chapter Full Page Full Page Next Chapter

Ιωάννης (John) 14 – Textus Receptus (TR)

Jhn 14:1Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν θεόν καὶ εἰς ἐμὲ πιστεύετε
Jhn 14:2ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή εἶπον ἂν ὑμῖν πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν
Jhn 14:3καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε
Jhn 14:4καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε καὶ τὴν ὁδόν οἴδατε,
Jhn 14:5Λέγει αὐτῷ Θωμᾶς Κύριε οὐκ οἴδαμεν ποῦ ὑπάγεις· καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι
Jhn 14:6λέγει αὐτῷ ὁ Ἰησοῦς Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι᾽ ἐμοῦ
Jhn 14:7εἰ ἐγνώκειτέ με καὶ τὸν πατέρα μου ἐγνώκειτε ἂν· καὶ ἀπ᾽ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν
Jhn 14:8λέγει αὐτῷ Φίλιππος Κύριε δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν
Jhn 14:9λέγει αὐτῷ ὁ Ἰησοῦς τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με Φίλιππε ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· καὶ πῶς σὺ λέγεις Δεῖξον ἡμῖν τὸν πατέρα
Jhn 14:10οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα
Jhn 14:11πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή διὰ τὰ ἔργα αὐτὰ πιστεύετε μοι
Jhn 14:12ἀμὴν ἀμὴν λέγω ὑμῖν ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει ὅτι ἐγὼ πρὸς τὸν πατέρα μου πορεύομαι·
Jhn 14:13καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ·
Jhn 14:14ἐάν τι αἰτήσητέ ἐν τῷ ὀνόματί μου ἐγὼ ποιήσω
Jhn 14:15Ἐὰν ἀγαπᾶτέ με τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε
Jhn 14:16καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα μένῃ μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα
Jhn 14:17τὸ πνεῦμα τῆς ἀληθείας ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει· αὐτό ὑμεῖς δὲ γινώσκετε αὐτὸ, ὅτι παρ᾽ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται
Jhn 14:18Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς ἔρχομαι πρὸς ὑμᾶς
Jhn 14:19ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκ ἔτι θεωρεῖ ὑμεῖς δὲ θεωρεῖτέ με ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε
Jhn 14:20ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν
Jhn 14:21ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν
Jhn 14:22Λέγει αὐτῷ Ἰούδας οὐχ ὁ Ἰσκαριώτης Κύριε τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ
Jhn 14:23ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεν
Jhn 14:24ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός
Jhn 14:25Ταῦτα λελάληκα ὑμῖν παρ᾽ ὑμῖν μένων·
Jhn 14:26ὁ δὲ παράκλητος τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν
Jhn 14:27Εἰρήνην ἀφίημι ὑμῖν εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω
Jhn 14:28ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς εἰ ἠγαπᾶτέ με ἐχάρητε ἄν ὅτι εἶπον πορεύομαι πρὸς τὸν πατέρα ὅτι ὁ πατὴρ μού μείζων μού ἐστιν
Jhn 14:29καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι ἵνα ὅταν γένηται πιστεύσητε
Jhn 14:30οὐκ ἔτι πολλὰ λαλήσω μεθ᾽ ὑμῶν ἔρχεται γὰρ ὁ τοῦ κόσμου τούτου ἄρχων· καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν
Jhn 14:31ἀλλ᾽ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα καὶ καθὼς ἐνετείλατο μοι ὁ πατήρ οὕτως ποιῶ Ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν
Translation Copyright Logo

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

John Chapter 14 — Additional Translations: