The Blue Letter Bible
BLB Searches
Search the Bible
Search MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search MGNT

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

KATA IWANNHN (John) 14 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible
Unchecked Copy BoxJhn 14:1 - μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία πιστεύετε εἰς τὸν θεόν καὶ εἰς ἐμὲ πιστεύετε
Unchecked Copy BoxJhn 14:2 - ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν εἰ δὲ μή εἶπον ἂν ὑμῖν ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν
Unchecked Copy BoxJhn 14:3 - καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω τόπον ὑμῖν πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε
Unchecked Copy BoxJhn 14:4 - καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε τὴν ὁδόν
Unchecked Copy BoxJhn 14:5 - λέγει αὐτῷ Θωμᾶς κύριε οὐκ οἴδαμεν ποῦ ὑπάγεις πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι
Unchecked Copy BoxJhn 14:6 - λέγει αὐτῷ ὁ Ἰησοῦς ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι᾽ ἐμοῦ
Unchecked Copy BoxJhn 14:7 - εἰ ἐγνώκατέ με καὶ τὸν πατέρα μου γνώσεσθε καὶ ἀπ᾽ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν
Unchecked Copy BoxJhn 14:8 - λέγει αὐτῷ Φίλιππος κύριε δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν
Unchecked Copy BoxJhn 14:9 - λέγει αὐτῷ ὁ Ἰησοῦς τοσούτῳ χρόνῳ μεθ᾽ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με Φίλιππε ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα πῶς σὺ λέγεις δεῖξον ἡμῖν τὸν πατέρα
Unchecked Copy BoxJhn 14:10 - οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν τὰ ῥήματα ἃ ἐγὼ λέγω ὑμῖν ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ ὁ δὲ πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτοῦ
Unchecked Copy BoxJhn 14:11 - πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί εἰ δὲ μή διὰ τὰ ἔργα αὐτὰ πιστεύετε
Unchecked Copy BoxJhn 14:12 - ἀμὴν ἀμὴν λέγω ὑμῖν ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει ὅτι ἐγὼ πρὸς τὸν πατέρα πορεύομαι
Unchecked Copy BoxJhn 14:13 - καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ
Unchecked Copy BoxJhn 14:14 - ἐάν τι αἰτήσητέ με ἐν τῷ ὀνόματί μου ἐγὼ ποιήσω
Unchecked Copy BoxJhn 14:15 - ἐὰν ἀγαπᾶτέ με τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε
Unchecked Copy BoxJhn 14:16 - κἀγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα ᾖ
Unchecked Copy BoxJhn 14:17 - τὸ πνεῦμα τῆς ἀληθείας ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει ὑμεῖς γινώσκετε αὐτό ὅτι παρ᾽ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται
Unchecked Copy BoxJhn 14:18 - οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς ἔρχομαι πρὸς ὑμᾶς
Unchecked Copy BoxJhn 14:19 - ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ ὑμεῖς δὲ θεωρεῖτέ με ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσετε
Unchecked Copy BoxJhn 14:20 - ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν
Unchecked Copy BoxJhn 14:21 - ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν
Unchecked Copy BoxJhn 14:22 - λέγει αὐτῷ Ἰούδας οὐχ ὁ Ἰσκαριώτης κύριε καὶ τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ
Unchecked Copy BoxJhn 14:23 - ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεθα
Unchecked Copy BoxJhn 14:24 - ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός
Unchecked Copy BoxJhn 14:25 - ταῦτα λελάληκα ὑμῖν παρ᾽ ὑμῖν μένων
Unchecked Copy BoxJhn 14:26 - ὁ δὲ παράκλητος τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν ἐγώ
Unchecked Copy BoxJhn 14:27 - εἰρήνην ἀφίημι ὑμῖν εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω
Unchecked Copy BoxJhn 14:28 - ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς εἰ ἠγαπᾶτέ με ἐχάρητε ἄν ὅτι πορεύομαι πρὸς τὸν πατέρα ὅτι ὁ πατὴρ μείζων μού ἐστιν
Unchecked Copy BoxJhn 14:29 - καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι ἵνα ὅταν γένηται πιστεύσητε
Unchecked Copy BoxJhn 14:30 - οὐκέτι πολλὰ λαλήσω μεθ᾽ ὑμῶν ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν
Unchecked Copy BoxJhn 14:31 - ἀλλ᾽ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα καὶ καθὼς ἐνετείλατο μοι ὁ πατήρ οὕτως ποιῶ ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to James Tauber who has made this resource freely available.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search MGNT
Your Bible Version is the MGNT
Go to Top
Link to This Page Cite This Page
Share this page Follow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization