The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Shmuel2 (2 Samuel) 23 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy Box2Sa 23:1 - καὶ οὗτοι οἱ λόγοι Δαυιδ οἱ ἔσχατοι πιστὸς Δαυιδ υἱὸς Ιεσσαι καὶ πιστὸς ἀνήρ ὃν ἀνέστησεν κύριος ἐπὶ χριστὸν θεοῦ Ιακωβ καὶ εὐπρεπεῗς ψαλμοὶ Ισραηλ

Unchecked Copy Box2Sa 23:2 - πνεῦμα κυρίου ἐλάλησεν ἐν ἐμοί καὶ ὁ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου

Unchecked Copy Box2Sa 23:3 - λέγει ὁ θεὸς Ισραηλ ἐμοὶ ἐλάλησεν φύλαξ Ισραηλ παραβολὴν εἰπόν ἐν ἀνθρώπῳ πῶς κραταιώσητε φόβον θεοῦ

Unchecked Copy Box2Sa 23:4 - καὶ ἐν θεῷ φωτὶ πρωίας ἀνατείλαι ἥλιος τὸ πρωὶ οὐ παρῆλθεν ἐκ φέγγους καὶ ὡς ἐξ ὑετοῦ χλόης ἀπὸ γῆς

Unchecked Copy Box2Sa 23:5 - οὐ γὰρ οὕτως ὁ οἶκός μου μετὰ ἰσχυροῦ διαθήκην γὰρ αἰώνιον ἔθετό μοι ἑτοίμην ἐν παντὶ καιρῷ πεφυλαγμένην ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν θέλημα ὅτι οὐ μὴ βλαστήσῃ ὁ παράνομος

Unchecked Copy Box2Sa 23:6 - ὥσπερ ἄκανθα ἐξωσμένη πάντες αὐτοί ὅτι οὐ χειρὶ λημφθήσονται

Unchecked Copy Box2Sa 23:7 - καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοῗς καὶ πλῆρες σιδήρου καὶ ξύλον δόρατος καὶ ἐν πυρὶ καύσει καυθήσονται αἰσχύνῃ αὐτῶν

Unchecked Copy Box2Sa 23:8 - ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυιδ Ιεβοσθε ὁ Χαναναῗος ἄρχων τοῦ τρίτου ἐστίν Αδινων ὁ Ασωναῗος οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους τραυματίας εἰς ἅπαξ

Unchecked Copy Box2Sa 23:9 - καὶ μετ᾽ αὐτὸν Ελεαζαρ υἱὸς πατραδέλφου αὐτοῦ υἱὸς Σουσίτου ἐν τοῗς τρισὶν δυνατοῗς οὗτος ἦν μετὰ Δαυιδ ἐν Σερραν καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῗς ἀλλοφύλοις συνήχθησαν ἐκεῗ εἰς πόλεμον καὶ ἀνέβησαν ἀνὴρ Ισραηλ

Unchecked Copy Box2Sa 23:10 - αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοῗς ἀλλοφύλοις ἕως οὗ ἐκοπίασεν ἡ χεὶρ αὐτοῦ καὶ προσεκολλήθη ἡ χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὁ λαὸς ἐκάθητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν

Unchecked Copy Box2Sa 23:11 - καὶ μετ᾽ αὐτὸν Σαμαια υἱὸς Ασα ὁ Αρουχαῗος καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς Θηρία καὶ ἦν ἐκεῗ μερὶς τοῦ ἀγροῦ πλήρης φακοῦ καὶ ὁ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων

Unchecked Copy Box2Sa 23:12 - καὶ ἐστηλώθη ἐν μέσῳ τῆς μερίδος καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην

Unchecked Copy Box2Sa 23:13 - καὶ κατέβησαν τρεῗς ἀπὸ τῶν τριάκοντα καὶ ἦλθον εἰς Κασων πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ καὶ τάγμα τῶν ἀλλοφύλων παρενέβαλον ἐν τῇ κοιλάδι Ραφαϊμ

Unchecked Copy Box2Sa 23:14 - καὶ Δαυιδ τότε ἐν τῇ περιοχῇ καὶ τὸ ὑπόστημα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ

Unchecked Copy Box2Sa 23:15 - καὶ ἐπεθύμησεν Δαυιδ καὶ εἶπεν τίς ποτιεῗ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ τὸ δὲ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ

Unchecked Copy Box2Sa 23:16 - καὶ διέρρηξαν οἱ τρεῗς δυνατοὶ ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ καὶ ἔλαβαν καὶ παρεγένοντο πρὸς Δαυιδ καὶ οὐκ ἠθέλησεν πιεῗν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ

Unchecked Copy Box2Sa 23:17 - καὶ εἶπεν ἵλεώς μοι κύριε τοῦ ποιῆσαι τοῦτο εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευθέντων ἐν ταῗς ψυχαῗς αὐτῶν πίομαι καὶ οὐκ ἠθέλησεν πιεῗν αὐτό ταῦτα ἐποίησαν οἱ τρεῗς δυνατοί

Unchecked Copy Box2Sa 23:18 - καὶ Αβεσσα ἀδελφὸς Ιωαβ υἱὸς Σαρουιας αὐτὸς ἄρχων ἐν τοῗς τρισίν καὶ αὐτὸς ἐξήγειρεν τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας καὶ αὐτῷ ὄνομα ἐν τοῗς τρισίν

Unchecked Copy Box2Sa 23:19 - ἐκ τῶν τριῶν ἐκείνων ἔνδοξος καὶ ἐγένετο αὐτοῗς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἦλθεν

Unchecked Copy Box2Sa 23:20 - καὶ Βαναιας υἱὸς Ιωδαε ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ Καβεσεηλ καὶ αὐτὸς ἐπάταξεν τοὺς δύο υἱοὺς Αριηλ τοῦ Μωαβ καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος

Unchecked Copy Box2Sa 23:21 - αὐτὸς ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον ἄνδρα ὁρατόν ἐν δὲ τῇ χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας καὶ κατέβη πρὸς αὐτὸν ἐν ῥάβδῳ καὶ ἥρπασεν τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ

Unchecked Copy Box2Sa 23:22 - ταῦτα ἐποίησεν Βαναιας υἱὸς Ιωδαε καὶ αὐτῷ ὄνομα ἐν τοῗς τρισὶν τοῗς δυνατοῗς

Unchecked Copy Box2Sa 23:23 - ἐκ τῶν τριῶν ἔνδοξος καὶ πρὸς τοὺς τρεῗς οὐκ ἦλθεν καὶ ἔταξεν αὐτὸν Δαυιδ εἰς τὰς ἀκοὰς αὐτοῦ

Unchecked Copy Box2Sa 23:24 - καὶ ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυιδ βασιλέως Ασαηλ ἀδελφὸς Ιωαβ οὗτος ἐν τοῗς τριάκοντα Ελεαναν υἱὸς Δουδι πατραδέλφου αὐτοῦ ἐν Βαιθλεεμ

Unchecked Copy Box2Sa 23:25 - Σαμαι ὁ Αρουδαῗος Ελικα ὁ Αρωδαῗος

Unchecked Copy Box2Sa 23:26 - Ελλης ὁ Φελωθι Ιρας υἱὸς Εκκας ὁ Θεκωίτης

Unchecked Copy Box2Sa 23:27 - Αβιεζερ ὁ Αναθωθίτης ἐκ τῶν υἱῶν τοῦ Ασωθίτου

Unchecked Copy Box2Sa 23:28 - Σελμων ὁ Αωίτης Μοορε ὁ Νετωφαθίτης

Unchecked Copy Box2Sa 23:29 - Ελα υἱὸς Βαανα ὁ Νετωφαθίτης Εθθι υἱὸς Ριβα ἐκ Γαβαεθ υἱὸς Βενιαμιν

Unchecked Copy Box2Sa 23:30 - Βαναιας ὁ Φαραθωνίτης Ουρι ἐκ Ναχαλιγαιας

Unchecked Copy Box2Sa 23:31 - Αβιηλ υἱὸς τοῦ Αραβωθίτου Αζμωθ ὁ Βαρσαμίτης

Unchecked Copy Box2Sa 23:32 - Ελιασου ὁ Σαλαβωνίτης υἱοὶ Ιασαν Ιωναθαν

Unchecked Copy Box2Sa 23:33 - Σαμμα ὁ Αρωδίτης Αχιαν υἱὸς Σαραδ ὁ Αραουρίτης

Unchecked Copy Box2Sa 23:34 - Αλιφαλεθ υἱὸς τοῦ Ασβίτου υἱὸς τοῦ Μααχατι Ελιαβ υἱὸς Αχιτοφελ τοῦ Γελωνίτου

Unchecked Copy Box2Sa 23:35 - Ασαραι ὁ Καρμήλιος Φαραϊ ὁ Ερχι

Unchecked Copy Box2Sa 23:36 - Ιγααλ υἱὸς Ναθαν ἀπὸ δυνάμεως υἱὸς Γαδδι

Unchecked Copy Box2Sa 23:37 - Ελιε ὁ Αμμανίτης Γελωραι ὁ Βηρωθαῗος αἴρων τὰ σκεύη Ιωαβ υἱοῦ Σαρουιας

Unchecked Copy Box2Sa 23:38 - Ιρας ὁ Ιεθιραῗος Γαρηβ ὁ Ιεθιραῗος

Unchecked Copy Box2Sa 23:39 - Ουριας ὁ Χετταῗος πάντες τριάκοντα καὶ ἑπτά
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1