The Blue Letter Bible
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Devarim (Deuteronomy) 6 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible
Unchecked Copy BoxDeu 6:1 - καὶ αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν διδάξαι ὑμᾶς ποιεῗν οὕτως ἐν τῇ γῇ εἰς ἣν ὑμεῗς εἰσπορεύεσθε ἐκεῗ κληρονομῆσαι αὐτήν
Unchecked Copy BoxDeu 6:2 - ἵνα φοβῆσθε κύριον τὸν θεὸν ὑμῶν φυλάσσεσθαι πάντα τὰ δικαιώματα αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου ἵνα μακροημερεύσητε
Unchecked Copy BoxDeu 6:3 - καὶ ἄκουσον Ισραηλ καὶ φύλαξαι ποιεῗν ὅπως εὖ σοι ᾖ καὶ ἵνα πληθυνθῆτε σφόδρα καθάπερ ἐλάλησεν κύριος ὁ θεὸς τῶν πατέρων σου δοῦναί σοι γῆν ῥέουσαν γάλα καὶ μέλι
Unchecked Copy BoxDeu 6:4 - καὶ ταῦτα τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο κύριος τοῗς υἱοῗς Ισραηλ ἐν τῇ ἐρήμῳ ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου ἄκουε Ισραηλ κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν
Unchecked Copy BoxDeu 6:5 - καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου
Unchecked Copy BoxDeu 6:6 - καὶ ἔσται τὰ ῥήματα ταῦτα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου
Unchecked Copy BoxDeu 6:7 - καὶ προβιβάσεις αὐτὰ τοὺς υἱούς σου καὶ λαλήσεις ἐν αὐτοῗς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ καὶ κοιταζόμενος καὶ διανιστάμενος
Unchecked Copy BoxDeu 6:8 - καὶ ἀφάψεις αὐτὰ εἰς σημεῗον ἐπὶ τῆς χειρός σου καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν σου
Unchecked Copy BoxDeu 6:9 - καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἰκιῶν ὑμῶν καὶ τῶν πυλῶν ὑμῶν
Unchecked Copy BoxDeu 6:10 - καὶ ἔσται ὅταν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν ἣν ὤμοσεν τοῗς πατράσιν σου τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δοῦναί σοι πόλεις μεγάλας καὶ καλάς ἃς οὐκ ᾠκοδόμησας
Unchecked Copy BoxDeu 6:11 - οἰκίας πλήρεις πάντων ἀγαθῶν ἃς οὐκ ἐνέπλησας λάκκους λελατομημένους οὓς οὐκ ἐξελατόμησας ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐ κατεφύτευσας καὶ φαγὼν καὶ ἐμπλησθεὶς
Unchecked Copy BoxDeu 6:12 - πρόσεχε σεαυτῷ μὴ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας
Unchecked Copy BoxDeu 6:13 - κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ
Unchecked Copy BoxDeu 6:14 - οὐ πορεύσεσθε ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν
Unchecked Copy BoxDeu 6:15 - ὅτι θεὸς ζηλωτὴς κύριος ὁ θεός σου ἐν σοί μὴ ὀργισθεὶς θυμωθῇ κύριος ὁ θεός σου ἐν σοὶ καὶ ἐξολεθρεύσῃ σε ἀπὸ προσώπου τῆς γῆς
Unchecked Copy BoxDeu 6:16 - οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου ὃν τρόπον ἐξεπειράσασθε ἐν τῷ Πειρασμῷ
Unchecked Copy BoxDeu 6:17 - φυλάσσων φυλάξῃ τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου τὰ μαρτύρια καὶ τὰ δικαιώματα ὅσα ἐνετείλατό σοι
Unchecked Copy BoxDeu 6:18 - καὶ ποιήσεις τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν ἵνα εὖ σοι γένηται καὶ εἰσέλθῃς καὶ κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθήν ἣν ὤμοσεν κύριος τοῗς πατράσιν ὑμῶν
Unchecked Copy BoxDeu 6:19 - ἐκδιῶξαι πάντας τοὺς ἐχθρούς σου πρὸ προσώπου σου καθὰ ἐλάλησεν
Unchecked Copy BoxDeu 6:20 - καὶ ἔσται ὅταν ἐρωτήσῃ σε ὁ υἱός σου αὔριον λέγων τί ἐστιν τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῗν
Unchecked Copy BoxDeu 6:21 - καὶ ἐρεῗς τῷ υἱῷ σου οἰκέται ἦμεν τῷ Φαραω ἐν γῇ Αἰγύπτῳ καὶ ἐξήγαγεν ἡμᾶς κύριος ἐκεῗθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ
Unchecked Copy BoxDeu 6:22 - καὶ ἔδωκεν κύριος σημεῗα καὶ τέρατα μεγάλα καὶ πονηρὰ ἐν Αἰγύπτῳ ἐν Φαραω καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἐνώπιον ἡμῶν
Unchecked Copy BoxDeu 6:23 - καὶ ἡμᾶς ἐξήγαγεν ἐκεῗθεν ἵνα εἰσαγάγῃ ἡμᾶς δοῦναι ἡμῗν τὴν γῆν ταύτην ἣν ὤμοσεν δοῦναι τοῗς πατράσιν ἡμῶν
Unchecked Copy BoxDeu 6:24 - καὶ ἐνετείλατο ἡμῗν κύριος ποιεῗν πάντα τὰ δικαιώματα ταῦτα φοβεῗσθαι κύριον τὸν θεὸν ἡμῶν ἵνα εὖ ᾖ ἡμῗν πάσας τὰς ἡμέρας ἵνα ζῶμεν ὥσπερ καὶ σήμερον
Unchecked Copy BoxDeu 6:25 - καὶ ἐλεημοσύνη ἔσται ἡμῗν ἐὰν φυλασσώμεθα ποιεῗν πάσας τὰς ἐντολὰς ταύτας ἐναντίον κυρίου τοῦ θεοῦ ἡμῶν καθὰ ἐνετείλατο ἡμῗν κύριος
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization