The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Yechezkel (Ezekiel) 21 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxEze 21:1 - (LXX 21:6)καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

Unchecked Copy BoxEze 21:2 - (LXX 21:7)διὰ τοῦτο προφήτευσον υἱὲ ἀνθρώπου καὶ στήρισον τὸ πρόσωπόν σου ἐπὶ Ιερουσαλημ καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτῶν καὶ προφητεύσεις ἐπὶ τὴν γῆν τοῦ Ισραηλ

Unchecked Copy BoxEze 21:3 - (LXX 21:8)καὶ ἐρεῗς πρὸς τὴν γῆν τοῦ Ισραηλ ἰδοὺ ἐγὼ πρὸς σὲ καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ καὶ ἐξολεθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον

Unchecked Copy BoxEze 21:4 - (LXX 21:9)ἀνθ᾽ ὧν ἐξολεθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ ἐπὶ πᾶσαν σάρκα ἀπὸ ἀπηλιώτου ἕως βορρᾶ

Unchecked Copy BoxEze 21:5 - (LXX 21:10)καὶ ἐπιγνώσεται πᾶσα σὰρξ διότι ἐγὼ κύριος ἐξέσπασα τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ καὶ οὐκ ἀποστρέψει οὐκέτι

Unchecked Copy BoxEze 21:6 - (LXX 21:11)καὶ σύ υἱὲ ἀνθρώπου καταστέναξον ἐν συντριβῇ ὀσφύος σου καὶ ἐν ὀδύναις στενάξεις κατ᾽ ὀφθαλμοὺς αὐτῶν

Unchecked Copy BoxEze 21:7 - (LXX 21:12)καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ ἕνεκα τίνος σὺ στενάζεις καὶ ἐρεῗς ἐπὶ τῇ ἀγγελίᾳ διότι ἔρχεται καὶ θραυσθήσεται πᾶσα καρδία καὶ πᾶσαι χεῗρες παραλυθήσονται καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ ἰδοὺ ἔρχεται καὶ ἔσται λέγει κύριος κύριος

Unchecked Copy BoxEze 21:8 - (LXX 21:13)καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

Unchecked Copy BoxEze 21:9 - (LXX 21:14)υἱὲ ἀνθρώπου προφήτευσον καὶ ἐρεῗς τάδε λέγει κύριος εἰπόν ῥομφαία ῥομφαία ὀξύνου καὶ θυμώθητι

Unchecked Copy BoxEze 21:10 - (LXX 21:15)ὅπως σφάξῃς σφάγια ὀξύνου ὅπως γένῃ εἰς στίλβωσιν ἑτοίμη εἰς παράλυσιν σφάζε ἐξουδένει ἀπωθοῦ πᾶν ξύλον

Unchecked Copy BoxEze 21:11 - (LXX 21:16)καὶ ἔδωκεν αὐτὴν ἑτοίμην τοῦ κρατεῗν χεῗρα αὐτοῦ ἐξηκονήθη ῥομφαία ἔστιν ἑτοίμη τοῦ δοῦναι αὐτὴν εἰς χεῗρα ἀποκεντοῦντος

Unchecked Copy BoxEze 21:12 - (LXX 21:17)ἀνάκραγε καὶ ὀλόλυξον υἱὲ ἀνθρώπου ὅτι αὐτὴ ἐγένετο ἐν τῷ λαῷ μου αὐτὴ ἐν πᾶσιν τοῗς ἀφηγουμένοις τοῦ Ισραηλ παροικήσουσιν ἐπὶ ῥομφαίᾳ ἐγένετο ἐν τῷ λαῷ μου διὰ τοῦτο κρότησον ἐπὶ τὴν χεῗρά σου

Unchecked Copy BoxEze 21:13 - (LXX 21:18)ὅτι δεδικαίωται καὶ τί εἰ καὶ φυλὴ ἀπώσθη οὐκ ἔσται λέγει κύριος κύριος

Unchecked Copy BoxEze 21:14 - (LXX 21:19)καὶ σύ υἱὲ ἀνθρώπου προφήτευσον καὶ κρότησον χεῗρα ἐπὶ χεῗρα καὶ διπλασίασον ῥομφαίαν ἡ τρίτη ῥομφαία τραυματιῶν ἐστιν ῥομφαία τραυματιῶν ἡ μεγάλη καὶ ἐκστήσει αὐτούς

Unchecked Copy BoxEze 21:15 - (LXX 21:20)ὅπως θραυσθῇ ἡ καρδία καὶ πληθυνθῶσιν οἱ ἀσθενοῦντες ἐπὶ πᾶσαν πύλην αὐτῶν παραδέδονται εἰς σφάγια ῥομφαίας εὖ γέγονεν εἰς σφαγήν εὖ γέγονεν εἰς στίλβωσιν

Unchecked Copy BoxEze 21:16 - (LXX 21:21)διαπορεύου ὀξύνου ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων οὗ ἂν τὸ πρόσωπόν σου ἐξεγείρηται

Unchecked Copy BoxEze 21:17 - (LXX 21:22)καὶ ἐγὼ δὲ κροτήσω χεῗρά μου πρὸς χεῗρά μου καὶ ἐναφήσω τὸν θυμόν μου ἐγὼ κύριος λελάληκα

Unchecked Copy BoxEze 21:18 - (LXX 21:23)καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

Unchecked Copy BoxEze 21:19 - (LXX 21:24)καὶ σύ υἱὲ ἀνθρώπου διάταξον σεαυτῷ δύο ὁδοὺς τοῦ εἰσελθεῗν ῥομφαίαν βασιλέως Βαβυλῶνος ἐκ χώρας μιᾶς ἐξελεύσονται αἱ δύο καὶ χεὶρ ἐν ἀρχῇ ὁδοῦ πόλεως ἐπ᾽ ἀρχῆς

Unchecked Copy BoxEze 21:20 - (LXX 21:25)ὁδοῦ διατάξεις τοῦ εἰσελθεῗν ῥομφαίαν ἐπὶ Ραββαθ υἱῶν Αμμων καὶ ἐπὶ τὴν Ιουδαίαν καὶ ἐπὶ Ιερουσαλημ ἐν μέσῳ αὐτῆς

Unchecked Copy BoxEze 21:21 - (LXX 21:26)διότι στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδὸν ἐπ᾽ ἀρχῆς τῶν δύο ὁδῶν τοῦ μαντεύσασθαι μαντείαν τοῦ ἀναβράσαι ῥάβδον καὶ ἐπερωτῆσαι ἐν τοῗς γλυπτοῗς καὶ ἡπατοσκοπήσασθαι ἐκ δεξιῶν αὐτοῦ

Unchecked Copy BoxEze 21:22 - (LXX 21:27)ἐγένετο τὸ μαντεῗον ἐπὶ Ιερουσαλημ τοῦ βαλεῗν χάρακα τοῦ διανοῗξαι στόμα ἐν βοῇ ὑψῶσαι φωνὴν μετὰ κραυγῆς τοῦ βαλεῗν χάρακα ἐπὶ τὰς πύλας αὐτῆς καὶ βαλεῗν χῶμα καὶ οἰκοδομῆσαι βελοστάσεις

Unchecked Copy BoxEze 21:23 - (LXX 21:28)καὶ αὐτὸς αὐτοῗς ὡς μαντευόμενος μαντείαν ἐνώπιον αὐτῶν καὶ αὐτὸς ἀναμιμνῄσκων ἀδικίας αὐτοῦ μνησθῆναι

Unchecked Copy BoxEze 21:24 - (LXX 21:29)διὰ τοῦτο τάδε λέγει κύριος ἀνθ᾽ ὧν ἀνεμνήσατε τὰς ἀδικίας ὑμῶν ἐν τῷ ἀποκαλυφθῆναι τὰς ἀσεβείας ὑμῶν τοῦ ὁραθῆναι ἁμαρτίας ὑμῶν ἐν πάσαις ταῗς ἀσεβείαις ὑμῶν καὶ ἐν τοῗς ἐπιτηδεύμασιν ὑμῶν ἀνθ᾽ ὧν ἀνεμνήσατε ἐν τούτοις ἁλώσεσθε

Unchecked Copy BoxEze 21:25 - (LXX 21:30)καὶ σύ βέβηλε ἄνομε ἀφηγούμενε τοῦ Ισραηλ οὗ ἥκει ἡ ἡμέρα ἐν καιρῷ ἀδικίας πέρας

Unchecked Copy BoxEze 21:26 - (LXX 21:31)τάδε λέγει κύριος ἀφείλου τὴν κίδαριν καὶ ἐπέθου τὸν στέφανον αὕτη οὐ τοιαύτη ἔσται ἐταπείνωσας τὸ ὑψηλὸν καὶ τὸ ταπεινὸν ὕψωσας

Unchecked Copy BoxEze 21:27 - (LXX 21:32)ἀδικίαν ἀδικίαν θήσομαι αὐτήν οὐδ᾽ αὕτη τοιαύτη ἔσται ἕως οὗ ἔλθῃ ᾧ καθήκει καὶ παραδώσω αὐτῷ

Unchecked Copy BoxEze 21:28 - (LXX 21:33)καὶ σύ υἱὲ ἀνθρώπου προφήτευσον καὶ ἐρεῗς τάδε λέγει κύριος πρὸς τοὺς υἱοὺς Αμμων καὶ πρὸς τὸν ὀνειδισμὸν αὐτῶν καὶ ἐρεῗς ῥομφαία ῥομφαία ἐσπασμένη εἰς σφάγια καὶ ἐσπασμένη εἰς συντέλειαν ἐγείρου ὅπως στίλβῃς

Unchecked Copy BoxEze 21:29 - (LXX 21:34)ἐν τῇ ὁράσει σου τῇ ματαίᾳ καὶ ἐν τῷ μαντεύεσθαί σε ψευδῆ τοῦ παραδοῦναί σε ἐπὶ τραχήλους τραυματιῶν ἀνόμων ὧν ἥκει ἡ ἡμέρα ἐν καιρῷ ἀδικίας πέρας

Unchecked Copy BoxEze 21:30 - (LXX 21:35)ἀπόστρεφε μὴ καταλύσῃς ἐν τῷ τόπῳ τούτῳ ᾧ γεγέννησαι ἐν τῇ γῇ τῇ ἰδίᾳ σου κρινῶ σε

Unchecked Copy BoxEze 21:31 - (LXX 21:36)καὶ ἐκχεῶ ἐπὶ σὲ ὀργήν μου ἐν πυρὶ ὀργῆς μου ἐμφυσήσω ἐπὶ σὲ καὶ παραδώσω σε εἰς χεῗρας ἀνδρῶν βαρβάρων τεκταινόντων διαφθοράν

Unchecked Copy BoxEze 21:32 - (LXX 21:37)ἐν πυρὶ ἔσῃ κατάβρωμα τὸ αἷμά σου ἔσται ἐν μέσῳ τῆς γῆς σου οὐ μὴ γένηταί σου μνεία διότι ἐγὼ κύριος λελάληκα
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1