The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Yechezkel (Ezekiel) 5 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxEze 5:1 - καὶ σύ υἱὲ ἀνθρώπου λαβὲ σεαυτῷ ῥομφαίαν ὀξεῗαν ὑπὲρ ξυρὸν κουρέως κτήσῃ αὐτὴν σεαυτῷ καὶ ἐπάξεις αὐτὴν ἐπὶ τὴν κεφαλήν σου καὶ ἐπὶ τὸν πώγωνά σου καὶ λήμψῃ ζυγὸν σταθμίων καὶ διαστήσεις αὐτούς

Unchecked Copy BoxEze 5:2 - τὸ τέταρτον ἐν πυρὶ ἀνακαύσεις ἐν μέσῃ τῇ πόλει κατὰ τὴν πλήρωσιν τῶν ἡμερῶν τοῦ συγκλεισμοῦ καὶ λήμψῃ τὸ τέταρτον καὶ κατακαύσεις αὐτὸ ἐν μέσῳ αὐτῆς καὶ τὸ τέταρτον κατακόψεις ἐν ῥομφαίᾳ κύκλῳ αὐτῆς καὶ τὸ τέταρτον διασκορπίσεις τῷ πνεύματι καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν

Unchecked Copy BoxEze 5:3 - καὶ λήμψῃ ἐκεῗθεν ὀλίγους ἐν ἀριθμῷ καὶ συμπεριλήμψῃ αὐτοὺς τῇ ἀναβολῇ σου

Unchecked Copy BoxEze 5:4 - καὶ ἐκ τούτων λήμψῃ ἔτι καὶ ῥίψεις αὐτοὺς εἰς μέσον τοῦ πυρὸς καὶ κατακαύσεις αὐτοὺς ἐν πυρί ἐξ αὐτῆς ἐξελεύσεται πῦρ καὶ ἐρεῗς παντὶ οἴκῳ Ισραηλ

Unchecked Copy BoxEze 5:5 - τάδε λέγει κύριος αὕτη ἡ Ιερουσαλημ ἐν μέσῳ τῶν ἐθνῶν τέθεικα αὐτὴν καὶ τὰς κύκλῳ αὐτῆς χώρας

Unchecked Copy BoxEze 5:6 - καὶ ἐρεῗς τὰ δικαιώματά μου τῇ ἀνόμῳ ἐκ τῶν ἐθνῶν καὶ τὰ νόμιμά μου ἐκ τῶν χωρῶν τῶν κύκλῳ αὐτῆς διότι τὰ δικαιώματά μου ἀπώσαντο καὶ ἐν τοῗς νομίμοις μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῗς

Unchecked Copy BoxEze 5:7 - διὰ τοῦτο τάδε λέγει κύριος ἀνθ᾽ ὧν ἡ ἀφορμὴ ὑμῶν ἐκ τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν καὶ ἐν τοῗς νομίμοις μου οὐκ ἐπορεύθητε καὶ τὰ δικαιώματά μου οὐκ ἐποιήσατε ἀλλ᾽ οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν οὐ πεποιήκατε

Unchecked Copy BoxEze 5:8 - διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ποιήσω ἐν μέσῳ σου κρίμα ἐνώπιον τῶν ἐθνῶν

Unchecked Copy BoxEze 5:9 - καὶ ποιήσω ἐν σοὶ ἃ οὐ πεποίηκα καὶ ἃ οὐ ποιήσω ὅμοια αὐτοῗς ἔτι κατὰ πάντα τὰ βδελύγματά σου

Unchecked Copy BoxEze 5:10 - διὰ τοῦτο πατέρες φάγονται τέκνα ἐν μέσῳ σου καὶ τέκνα φάγονται πατέρας καὶ ποιήσω ἐν σοὶ κρίματα καὶ διασκορπιῶ πάντας τοὺς καταλοίπους σου εἰς πάντα ἄνεμον

Unchecked Copy BoxEze 5:11 - διὰ τοῦτο ζῶ ἐγώ λέγει κύριος εἰ μὴ ἀνθ᾽ ὧν τὰ ἅγιά μου ἐμίανας ἐν πᾶσιν τοῗς βδελύγμασίν σου κἀγὼ ἀπώσομαί σε οὐ φείσεταί μου ὁ ὀφθαλμός κἀγὼ οὐκ ἐλεήσω

Unchecked Copy BoxEze 5:12 - τὸ τέταρτόν σου ἐν θανάτῳ ἀναλωθήσεται καὶ τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσθήσεται ἐν μέσῳ σου καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον σκορπιῶ αὐτούς καὶ τὸ τέταρτόν σου ἐν ῥομφαίᾳ πεσοῦνται κύκλῳ σου καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν

Unchecked Copy BoxEze 5:13 - καὶ συντελεσθήσεται ὁ θυμός μου καὶ ἡ ὀργή μου ἐπ᾽ αὐτούς καὶ ἐπιγνώσῃ διότι ἐγὼ κύριος λελάληκα ἐν ζήλῳ μου ἐν τῷ συντελέσαι με τὴν ὀργήν μου ἐπ᾽ αὐτούς

Unchecked Copy BoxEze 5:14 - καὶ θήσομαί σε εἰς ἔρημον καὶ τὰς θυγατέρας σου κύκλῳ σου ἐνώπιον παντὸς διοδεύοντος

Unchecked Copy BoxEze 5:15 - καὶ ἔσῃ στενακτὴ καὶ δηλαϊστὴ ἐν τοῗς ἔθνεσιν τοῗς κύκλῳ σου ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα ἐν ἐκδικήσει θυμοῦ μου ἐγὼ κύριος λελάληκα

Unchecked Copy BoxEze 5:16 - ἐν τῷ ἐξαποστεῗλαί με τὰς βολίδας μου τοῦ λιμοῦ ἐπ᾽ αὐτοὺς καὶ ἔσονται εἰς ἔκλειψιν καὶ συντρίψω στήριγμα ἄρτου σου

Unchecked Copy BoxEze 5:17 - καὶ ἐξαποστελῶ ἐπὶ σὲ λιμὸν καὶ θηρία πονηρὰ καὶ τιμωρήσομαί σε καὶ θάνατος καὶ αἷμα διελεύσονται ἐπὶ σέ καὶ ῥομφαίαν ἐπάξω ἐπὶ σὲ κυκλόθεν ἐγὼ κύριος λελάληκα
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1