The Blue Letter Bible
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Bereishit (Genesis) 22 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible
Unchecked Copy BoxGen 22:1 - καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα ὁ θεὸς ἐπείραζεν τὸν Αβρααμ καὶ εἶπεν πρὸς αὐτόν Αβρααμ Αβρααμ ὁ δὲ εἶπεν ἰδοὺ ἐγώ
Unchecked Copy BoxGen 22:2 - καὶ εἶπεν λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητόν ὃν ἠγάπησας τὸν Ισαακ καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκεῗ εἰς ὁλοκάρπωσιν ἐφ᾽ ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω
Unchecked Copy BoxGen 22:3 - ἀναστὰς δὲ Αβρααμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ παρέλαβεν δὲ μεθ᾽ ἑαυτοῦ δύο παῗδας καὶ Ισαακ τὸν υἱὸν αὐτοῦ καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν ἀναστὰς ἐπορεύθη καὶ ἦλθεν ἐπὶ τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ θεός
Unchecked Copy BoxGen 22:4 - τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἀναβλέψας Αβρααμ τοῗς ὀφθαλμοῗς εἶδεν τὸν τόπον μακρόθεν
Unchecked Copy BoxGen 22:5 - καὶ εἶπεν Αβρααμ τοῗς παισὶν αὐτοῦ καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψωμεν πρὸς ὑμᾶς
Unchecked Copy BoxGen 22:6 - ἔλαβεν δὲ Αβρααμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν Ισαακ τῷ υἱῷ αὐτοῦ ἔλαβεν δὲ καὶ τὸ πῦρ μετὰ χεῗρα καὶ τὴν μάχαιραν καὶ ἐπορεύθησαν οἱ δύο ἅμα
Unchecked Copy BoxGen 22:7 - εἶπεν δὲ Ισαακ πρὸς Αβρααμ τὸν πατέρα αὐτοῦ εἴπας πάτερ ὁ δὲ εἶπεν τί ἐστιν τέκνον λέγων ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα ποῦ ἐστιν τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν
Unchecked Copy BoxGen 22:8 - εἶπεν δὲ Αβρααμ ὁ θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν τέκνον πορευθέντες δὲ ἀμφότεροι ἅμα
Unchecked Copy BoxGen 22:9 - ἦλθον ἐπὶ τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ θεός καὶ ᾠκοδόμησεν ἐκεῗ Αβρααμ θυσιαστήριον καὶ ἐπέθηκεν τὰ ξύλα καὶ συμποδίσας Ισαακ τὸν υἱὸν αὐτοῦ ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων
Unchecked Copy BoxGen 22:10 - καὶ ἐξέτεινεν Αβρααμ τὴν χεῗρα αὐτοῦ λαβεῗν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτοῦ
Unchecked Copy BoxGen 22:11 - καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῷ Αβρααμ Αβρααμ ὁ δὲ εἶπεν ἰδοὺ ἐγώ
Unchecked Copy BoxGen 22:12 - καὶ εἶπεν μὴ ἐπιβάλῃς τὴν χεῗρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν νῦν γὰρ ἔγνων ὅτι φοβῇ τὸν θεὸν σὺ καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾽ ἐμέ
Unchecked Copy BoxGen 22:13 - καὶ ἀναβλέψας Αβρααμ τοῗς ὀφθαλμοῗς αὐτοῦ εἶδεν καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ σαβεκ τῶν κεράτων καὶ ἐπορεύθη Αβρααμ καὶ ἔλαβεν τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ισαακ τοῦ υἱοῦ αὐτοῦ
Unchecked Copy BoxGen 22:14 - καὶ ἐκάλεσεν Αβρααμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου κύριος εἶδεν ἵνα εἴπωσιν σήμερον ἐν τῷ ὄρει κύριος ὤφθη
Unchecked Copy BoxGen 22:15 - καὶ ἐκάλεσεν ἄγγελος κυρίου τὸν Αβρααμ δεύτερον ἐκ τοῦ οὐρανοῦ
Unchecked Copy BoxGen 22:16 - λέγων κατ᾽ ἐμαυτοῦ ὤμοσα λέγει κύριος οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾽ ἐμέ
Unchecked Copy BoxGen 22:17 - ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῗλος τῆς θαλάσσης καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων
Unchecked Copy BoxGen 22:18 - καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς ἀνθ᾽ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς
Unchecked Copy BoxGen 22:19 - ἀπεστράφη δὲ Αβρααμ πρὸς τοὺς παῗδας αὐτοῦ καὶ ἀναστάντες ἐπορεύθησαν ἅμα ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ κατῴκησεν Αβρααμ ἐπὶ τῷ φρέατι τοῦ ὅρκου
Unchecked Copy BoxGen 22:20 - ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα καὶ ἀνηγγέλη τῷ Αβρααμ λέγοντες ἰδοὺ τέτοκεν Μελχα καὶ αὐτὴ υἱοὺς Ναχωρ τῷ ἀδελφῷ σου
Unchecked Copy BoxGen 22:21 - τὸν Ωξ πρωτότοκον καὶ τὸν Βαυξ ἀδελφὸν αὐτοῦ καὶ τὸν Καμουηλ πατέρα Σύρων
Unchecked Copy BoxGen 22:22 - καὶ τὸν Χασαδ καὶ τὸν Αζαυ καὶ τὸν Φαλδας καὶ τὸν Ιεδλαφ καὶ τὸν Βαθουηλ
Unchecked Copy BoxGen 22:23 - καὶ Βαθουηλ ἐγέννησεν τὴν Ρεβεκκαν ὀκτὼ οὗτοι υἱοί οὓς ἔτεκεν Μελχα τῷ Ναχωρ τῷ ἀδελφῷ Αβρααμ
Unchecked Copy BoxGen 22:24 - καὶ ἡ παλλακὴ αὐτοῦ ᾗ ὄνομα Ρεημα ἔτεκεν καὶ αὐτὴ τὸν Ταβεκ καὶ τὸν Γααμ καὶ τὸν Τοχος καὶ τὸν Μωχα
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This Page Cite This Page
Share this page Follow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization