The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Shoftim (Judges) 10 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxJdg 10:1 - καὶ ἀνέστη μετὰ Αβιμελεχ τοῦ σῶσαι τὸν Ισραηλ Θωλα υἱὸς Φουα υἱὸς πατραδέλφου αὐτοῦ ἀνὴρ Ισσαχαρ καὶ αὐτὸς κατῴκει ἐν Σαμαρείᾳ ἐν ὄρει Εφραιμ

Unchecked Copy BoxJdg 10:2 - καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι καὶ τρία ἔτη καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν Σαμαρείᾳ

Unchecked Copy BoxJdg 10:3 - καὶ ἀνέστη μετ᾽ αὐτὸν Ιαϊρ ὁ Γαλααδίτης καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι καὶ δύο ἔτη

Unchecked Copy BoxJdg 10:4 - καὶ ἐγένοντο αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβεβηκότες ἐπὶ τριάκοντα καὶ δύο πώλους καὶ τριάκοντα καὶ δύο πόλεις αὐτοῗς καὶ ἐκάλεσεν αὐτὰς Ἐπαύλεις Ιαϊρ ἕως τῆς ἡμέρας ταύτης αἵ εἰσιν ἐν τῇ γῇ Γαλααδ

Unchecked Copy BoxJdg 10:5 - καὶ ἀπέθανεν Ιαϊρ καὶ ἐτάφη ἐν Ραμμω

Unchecked Copy BoxJdg 10:6 - καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου καὶ ἐλάτρευσαν ταῗς Βααλιμ καὶ ταῗς Ασταρωθ καὶ τοῗς θεοῗς Σιδῶνος καὶ τοῗς θεοῗς Μωαβ καὶ τοῗς θεοῗς υἱῶν Αμμων καὶ τοῗς θεοῗς τῶν ἀλλοφύλων καὶ ἐγκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ

Unchecked Copy BoxJdg 10:7 - καὶ ἐθυμώθη ὀργῇ κύριος ἐν τῷ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ ἀλλοφύλων καὶ ἐν χειρὶ υἱῶν Αμμων

Unchecked Copy BoxJdg 10:8 - καὶ ἐσάθρωσαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ὀκτωκαίδεκα ἔτη πάντας τοὺς υἱοὺς Ισραηλ ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν τῇ γῇ τοῦ Αμορραίου ἐν τῇ Γαλααδίτιδι

Unchecked Copy BoxJdg 10:9 - καὶ διέβησαν οἱ υἱοὶ Αμμων τὸν Ιορδάνην ἐκπολεμῆσαι καὶ ἐν τῷ Ιουδα καὶ Βενιαμιν καὶ ἐν τῷ οἴκῳ Εφραιμ καὶ ἐθλίβησαν οἱ υἱοὶ Ισραηλ σφόδρα

Unchecked Copy BoxJdg 10:10 - καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον λέγοντες ἡμάρτομέν σοι ὅτι ἐγκατελίπομεν τὸν θεὸν ἡμῶν καὶ ἐλατρεύσαμεν ταῗς Βααλιμ

Unchecked Copy BoxJdg 10:11 - καὶ εἶπεν κύριος πρὸς τοὺς υἱοὺς Ισραηλ οὐχὶ οἱ Αἰγύπτιοι καὶ οἱ Αμορραῗοι καὶ οἱ υἱοὶ Αμμων καὶ Μωαβ καὶ οἱ ἀλλόφυλοι

Unchecked Copy BoxJdg 10:12 - καὶ Σιδώνιοι καὶ Μαδιαμ καὶ Αμαληκ ἐξέθλιψαν ὑμᾶς καὶ ἐκεκράξατε πρός με καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν

Unchecked Copy BoxJdg 10:13 - καὶ ὑμεῗς ἐγκατελίπετέ με καὶ ἐλατρεύσατε θεοῗς ἑτέροις διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς

Unchecked Copy BoxJdg 10:14 - βαδίζετε καὶ βοᾶτε πρὸς τοὺς θεούς οὓς ἐξελέξασθε ἑαυτοῗς καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν

Unchecked Copy BoxJdg 10:15 - καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον ἡμάρτομεν ποίησον σὺ ἡμῗν κατὰ πάντα ὅσα ἂν ἀρέσκῃ ἐνώπιόν σου πλήν κύριε ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ

Unchecked Copy BoxJdg 10:16 - καὶ μετέστησαν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν καὶ ἐλάτρευσαν τῷ κυρίῳ καὶ οὐκ εὐηρέστησεν ἐν τῷ λαῷ καὶ ὠλιγοψύχησεν ἐν τῷ κόπῳ Ισραηλ

Unchecked Copy BoxJdg 10:17 - καὶ ἀνέβησαν οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν Γαλααδ καὶ ἐξῆλθον οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν τῇ Μασσηφα

Unchecked Copy BoxJdg 10:18 - καὶ εἶπον οἱ ἄρχοντες τοῦ λαοῦ Γαλααδ ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τίς ἀνήρ ὃς ἄρξεται πολεμῆσαι ἐν τοῗς υἱοῗς Αμμων καὶ ἔσται εἰς κεφαλὴν πᾶσιν τοῗς κατοικοῦσιν Γαλααδ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1