The Blue Letter Bible
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Shoftim (Judges) 8 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible
Unchecked Copy BoxJdg 8:1 - καὶ εἶπεν πρὸς αὐτὸν ἀνὴρ Εφραιμ τί τὸ ῥῆμα τοῦτο ἐποίησας ἡμῗν τοῦ μὴ καλέσαι ἡμᾶς ὅτε ἐξεπορεύου πολεμῆσαι ἐν τῇ Μαδιαμ καὶ ἐκρίνοντο μετ᾽ αὐτοῦ κραταιῶς
Unchecked Copy BoxJdg 8:2 - καὶ εἶπεν πρὸς αὐτούς τί ἐποίησα νῦν καθὼς ὑμεῗς οὐχὶ κρείττω ἐπιφυλλίδες Εφραιμ ἢ τρυγητὸς Αβιεζερ
Unchecked Copy BoxJdg 8:3 - ἐν χειρὶ ὑμῶν παρέδωκεν κύριος τοὺς ἄρχοντας Μαδιαμ τὸν Ωρηβ καὶ τὸν Ζηβ καὶ τί ἠδυνάσθην ποιῆσαι καθὼς ὑμεῗς καὶ κατέπαυσαν τότε ἀνῆκε τὸ πνεῦμα αὐτῶν ἀπ᾽ αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον
Unchecked Copy BoxJdg 8:4 - καὶ ἦλθεν Γεδεων ἐπὶ τὸν Ιορδάνην καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες μετ᾽ αὐτοῦ ὀλιγοψυχοῦντες καὶ πεινῶντες
Unchecked Copy BoxJdg 8:5 - καὶ εἶπεν τοῗς ἀνδράσιν Σοκχωθ δότε δὴ ἄρτους τῷ λαῷ τῷ μετ᾽ ἐμοῦ ὅτι πεινῶσιν ἐγὼ δὲ διώκω ὀπίσω Ζεβεε καὶ Σαλμανα βασιλέων Μαδιαμ
Unchecked Copy BoxJdg 8:6 - καὶ εἶπαν οἱ ἄρχοντες Σοκχωθ μὴ χεὶρ Ζεβεε καὶ Σαλμανα νῦν ἐν τῇ χειρί σου ὅτι δώσομεν τῇ στρατιᾷ σου ἄρτους
Unchecked Copy BoxJdg 8:7 - καὶ εἶπεν Γεδεων οὐχ οὕτως ἐν τῷ δοῦναι κύριον τὸν Ζεβεε καὶ Σαλμανα ἐν τῇ χειρί μου καὶ καταξανῶ τὰς σάρκας ὑμῶν ἐν ταῗς ἀκάνθαις τῆς ἐρήμου καὶ ἐν ταῗς βαρκοννιμ
Unchecked Copy BoxJdg 8:8 - καὶ ἀνέβη ἐκεῗθεν εἰς Φανουηλ καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ ταῦτα καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουηλ ὃν τρόπον ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Σοκχωθ
Unchecked Copy BoxJdg 8:9 - καὶ εἶπεν τοῗς ἀνδράσιν Φανουηλ λέγων ἐν τῷ ἐπιστρέφειν με μετ᾽ εἰρήνης κατασκάψω τὸν πύργον τοῦτον
Unchecked Copy BoxJdg 8:10 - καὶ Ζεβεε καὶ Σαλμανα ἐν Καρκαρ καὶ ἡ παρεμβολὴ αὐτῶν μετ᾽ αὐτῶν ὡσεὶ πεντεκαίδεκα χιλιάδες οἱ καταλειφθέντες ἐν πάσῃ παρεμβολῇ υἱῶν ἀνατολῶν καὶ οἱ πεπτωκότες ἦσαν ἑκατὸν καὶ εἴκοσι χιλιάδες ἀνδρῶν ἐσπασμένων ῥομφαίαν
Unchecked Copy BoxJdg 8:11 - καὶ ἀνέβη Γεδεων ὁδὸν κατοικούντων ἐν σκηναῗς ἀνατολῶν τῆς Ναβεθ ἐξ ἐναντίας Ζεβεε καὶ ἐπάταξεν τὴν παρεμβολήν ἡ δὲ παρεμβολὴ ἦν πεποιθυῗα
Unchecked Copy BoxJdg 8:12 - καὶ ἔφυγεν Ζεβεε καὶ Σαλμανα καὶ ἐδίωξεν ὀπίσω αὐτῶν καὶ ἐκράτησεν τοὺς δύο βασιλεῗς Μαδιαμ τὸν Ζεβεε καὶ τὸν Σαλμανα καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτῶν ἐξέτριψεν
Unchecked Copy BoxJdg 8:13 - καὶ ἀνέστρεψεν Γεδεων υἱὸς Ιωας ἐκ τοῦ πολέμου ἀπὸ ἀναβάσεως Αρες
Unchecked Copy BoxJdg 8:14 - καὶ συνέλαβον παιδάριον ἐκ τῶν ἀνδρῶν Σοκχωθ καὶ ἐπηρώτησεν αὐτόν καὶ ἀπεγράψατο πρὸς αὐτοὺς τοὺς ἄρχοντας Σοκχωθ καὶ τοὺς πρεσβυτέρους αὐτῆς ἑβδομήκοντα ἑπτὰ ἄνδρας
Unchecked Copy BoxJdg 8:15 - καὶ παρεγένετο Γεδεων πρὸς τοὺς ἄρχοντας Σοκχωθ καὶ εἶπεν αὐτοῗς ἰδοὺ Ζεβεε καὶ Σαλμανα δι᾽ οὓς ὠνειδίσατέ με λέγοντες μὴ χεὶρ Ζεβεε καὶ Σαλμανα νῦν ἐν τῇ χειρί σου ὅτι δώσομεν τοῗς ἀνδράσιν σου τοῗς ἐκλελυμένοις ἄρτους
Unchecked Copy BoxJdg 8:16 - καὶ ἔλαβεν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους τῆς πόλεως καὶ κατέξανεν αὐτοὺς ἐν ταῗς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῗς βαρακηνιμ καὶ κατέξανεν ἐν αὐτοῗς ἄνδρας Σοκχωθ
Unchecked Copy BoxJdg 8:17 - καὶ τὸν πύργον Φανουηλ κατέσκαψεν καὶ ἀπέκτεινεν τοὺς ἄνδρας τῆς πόλεως
Unchecked Copy BoxJdg 8:18 - καὶ εἶπεν πρὸς Ζεβεε καὶ Σαλμανα ποῦ οἱ ἄνδρες οὓς ἀπεκτείνατε ἐν Θαβωρ καὶ εἶπαν ὡσεὶ σύ ὅμοιος σοί ὅμοιος αὐτῶν ὡς εἶδος μορφὴ υἱῶν βασιλέων
Unchecked Copy BoxJdg 8:19 - καὶ εἶπεν Γεδεων ἀδελφοί μου καὶ υἱοὶ τῆς μητρός μού εἰσιν καὶ ὤμοσεν αὐτοῗς ζῇ κύριος εἰ ἐζωογονήσατε αὐτούς οὐκ ἂν ἀπέκτεινα ὑμᾶς
Unchecked Copy BoxJdg 8:20 - καὶ εἶπεν τῷ Ιεθερ τῷ πρωτοτόκῳ αὐτοῦ ἀναστὰς ἀπόκτεινον αὐτούς καὶ οὐκ ἔσπασεν τὸ παιδάριον αὐτοῦ τὴν μάχαιραν αὐτοῦ ὅτι ἐφοβήθη ὅτι ἦν νεώτερος
Unchecked Copy BoxJdg 8:21 - καὶ εἶπεν Ζεβεε καὶ Σαλμανα ἀνάστα δὴ σὺ καὶ ἀπάντησον ἡμῗν ὅτι ὡς ἀνὴρ ἡ δύναμις αὐτοῦ καὶ ἀνέστη Γεδεων καὶ ἀνεῗλεν τὸν Ζεβεε καὶ τὸν Σαλμανα καὶ ἔλαβεν τοὺς μηνίσκους τοὺς ἐν τοῗς τραχήλοις τῶν καμήλων αὐτῶν
Unchecked Copy BoxJdg 8:22 - καὶ εἶπεν ἀνὴρ Ισραηλ πρὸς Γεδεων ἄρχε ἐν ἡμῗν σὺ καὶ οἱ υἱοί σου ὅτι σέσωκας ἡμᾶς ἐκ χειρὸς Μαδιαμ
Unchecked Copy BoxJdg 8:23 - καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεων οὐκ ἄρξω ἐγὼ ὑμῶν καὶ οὐκ ἄρξει ὁ υἱός μου ὑμῶν κύριος ἄρξει ὑμῶν
Unchecked Copy BoxJdg 8:24 - καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεων αἰτήσομαι παρ᾽ ὑμῶν αἴτησιν καὶ δότε μοι ἀνὴρ ἐνώτιον τῶν σκύλων αὐτοῦ ὅτι ἐνώτια χρυσᾶ πολλὰ ἦν αὐτοῗς ὅτι Ισμαηλῗται ἦσαν
Unchecked Copy BoxJdg 8:25 - καὶ εἶπαν διδόντες δώσομεν καὶ ἀνέπτυξεν τὸ ἱμάτιον αὐτοῦ καὶ ἔρριψεν ἐκεῗ ἀνὴρ ἐνώτιον χρυσοῦν τῶν σκύλων αὐτοῦ
Unchecked Copy BoxJdg 8:26 - καὶ ἐγενήθη ὁ σταθμὸς τῶν ἐνωτίων τῶν χρυσῶν ὧν ᾐτήσατο σίκλοι χίλιοι καὶ ἑπτακόσιοι χρυσοῦ πλὴν τῶν σιρώνων καὶ τῶν ὁρμίσκων ενφωθ καὶ τῶν περιβολαίων τῶν πορφυρῶν τῶν ἐπὶ τοῗς βασιλεῦσιν Μαδιαμ καὶ πλὴν τῶν κλοιῶν τῶν χρυσῶν τῶν ἐν τοῗς τραχήλοις τῶν καμήλων αὐτῶν
Unchecked Copy BoxJdg 8:27 - καὶ ἐποίησεν αὐτὸ Γεδεων εἰς εφουδ καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ ἐν Εφραθα καὶ ἐξεπόρνευσεν πᾶς Ισραηλ ὀπίσω αὐτοῦ ἐκεῗ καὶ ἐγένετο τῷ Γεδεων καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκάνδαλον
Unchecked Copy BoxJdg 8:28 - καὶ ἐνετράπη Μαδιαμ ἐνώπιον υἱῶν Ισραηλ καὶ οὐ προσέθεντο ἆραι κεφαλὴν αὐτῶν καὶ ἡσύχασεν ἡ γῆ ἔτη τεσσαράκοντα ἐν ἡμέραις Γεδεων
Unchecked Copy BoxJdg 8:29 - καὶ ἐπορεύθη Ιεροβααλ υἱὸς Ιωας καὶ κατῴκησεν ἐν τῷ οἴκῳ αὐτοῦ
Unchecked Copy BoxJdg 8:30 - καὶ τῷ Γεδεων ἦσαν ἑβδομήκοντα υἱοὶ ἐκπορευόμενοι ἐκ μηρῶν αὐτοῦ ὅτι γυναῗκες πολλαὶ ἦσαν αὐτῷ
Unchecked Copy BoxJdg 8:31 - καὶ ἡ παλλακὴ αὐτοῦ ἡ ἐν Σικιμοις ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱόν καὶ ἐπέθηκεν τὸ ὄνομα αὐτοῦ Αβιμελεχ
Unchecked Copy BoxJdg 8:32 - καὶ ἀπέθανεν Γεδεων υἱὸς Ιωας ἐν πολιᾷ ἀγαθῇ καὶ ἐτάφη ἐν τῷ τάφῳ Ιωας τοῦ πατρὸς αὐτοῦ ἐν Εφραθα πατρὸς Αβιεζρι
Unchecked Copy BoxJdg 8:33 - καὶ ἐγενήθη ὡς ἀπέθανεν Γεδεων καὶ ἀπεστράφησαν οἱ υἱοὶ Ισραηλ καὶ ἐξεπόρνευσαν ὀπίσω τῶν Βααλιμ καὶ ἔθεντο αὑτοῗς τὸν Βααλβεριθ εἰς διαθήκην τοῦ εἶναι αὐτοῗς αὐτὸν εἰς θεόν
Unchecked Copy BoxJdg 8:34 - καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ Ισραηλ κυρίου τοῦ θεοῦ αὐτῶν τοῦ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν
Unchecked Copy BoxJdg 8:35 - καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου Ιεροβααλ Γεδεων κατὰ πᾶσαν τὴν ἀγαθωσύνην ἣν ἐποίησεν μετὰ Ισραηλ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This Page Cite This Page
Share this page Follow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization