The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Yermiyahu (Jeremiah) 44 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxJer 44:1 - (LXX 51:1)ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν ἅπασιν τοῗς Ιουδαίοις τοῗς κατοικοῦσιν ἐν γῇ Αἰγύπτῳ καὶ τοῗς καθημένοις ἐν Μαγδώλῳ καὶ ἐν Ταφνας καὶ ἐν γῇ Παθουρης λέγων

Unchecked Copy BoxJer 44:2 - (LXX 51:2)οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ ὑμεῗς ἑωράκατε πάντα τὰ κακά ἃ ἐπήγαγον ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις Ιουδα καὶ ἰδού εἰσιν ἔρημοι ἀπὸ ἐνοίκων

Unchecked Copy BoxJer 44:3 - (LXX 51:3)ἀπὸ προσώπου πονηρίας αὐτῶν ἧς ἐποίησαν παραπικρᾶναί με πορευθέντες θυμιᾶν θεοῗς ἑτέροις οἷς οὐκ ἔγνωτε

Unchecked Copy BoxJer 44:4 - (LXX 51:4)καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῗδάς μου τοὺς προφήτας ὄρθρου καὶ ἀπέστειλα λέγων μὴ ποιήσητε τὸ πρᾶγμα τῆς μολύνσεως ταύτης ἧς ἐμίσησα

Unchecked Copy BoxJer 44:5 - (LXX 51:5)καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν ἀποστρέψαι ἀπὸ τῶν κακῶν αὐτῶν πρὸς τὸ μὴ θυμιᾶν θεοῗς ἑτέροις

Unchecked Copy BoxJer 44:6 - (LXX 51:6)καὶ ἔσταξεν ἡ ὀργή μου καὶ ὁ θυμός μου καὶ ἐξεκαύθη ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ καὶ ἐγενήθησαν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον ὡς ἡ ἡμέρα αὕτη

Unchecked Copy BoxJer 44:7 - (LXX 51:7)καὶ νῦν οὕτως εἶπεν κύριος παντοκράτωρ ἵνα τί ὑμεῗς ποιεῗτε κακὰ μεγάλα ἐπὶ ψυχαῗς ὑμῶν ἐκκόψαι ὑμῶν ἄνθρωπον καὶ γυναῗκα νήπιον καὶ θηλάζοντα ἐκ μέσου Ιουδα πρὸς τὸ μὴ καταλειφθῆναι ὑμῶν μηδένα

Unchecked Copy BoxJer 44:8 - (LXX 51:8)παραπικρᾶναί με ἐν τοῗς ἔργοις τῶν χειρῶν ὑμῶν θυμιᾶν θεοῗς ἑτέροις ἐν γῇ Αἰγύπτῳ εἰς ἣν εἰσήλθατε ἐνοικεῗν ἐκεῗ ἵνα ἐκκοπῆτε καὶ ἵνα γένησθε εἰς κατάραν καὶ εἰς ὀνειδισμὸν ἐν πᾶσιν τοῗς ἔθνεσιν τῆς γῆς

Unchecked Copy BoxJer 44:9 - (LXX 51:9)μὴ ἐπιλέλησθε ὑμεῗς τῶν κακῶν τῶν πατέρων ὑμῶν καὶ τῶν κακῶν τῶν βασιλέων Ιουδα καὶ τῶν κακῶν τῶν ἀρχόντων ὑμῶν καὶ τῶν κακῶν τῶν γυναικῶν ὑμῶν ὧν ἐποίησαν ἐν γῇ Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ

Unchecked Copy BoxJer 44:10 - (LXX 51:10)καὶ οὐκ ἐπαύσαντο ἕως τῆς ἡμέρας ταύτης καὶ οὐκ ἀντείχοντο τῶν προσταγμάτων μου ὧν ἔδωκα κατὰ πρόσωπον τῶν πατέρων αὐτῶν

Unchecked Copy BoxJer 44:11 - (LXX 51:11)διὰ τοῦτο οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ ἐφίστημι τὸ πρόσωπόν μου

Unchecked Copy BoxJer 44:12 - (LXX 51:12)τοῦ ἀπολέσαι πάντας τοὺς καταλοίπους τοὺς ἐν Αἰγύπτῳ καὶ πεσοῦνται ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐκλείψουσιν ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς ἀπώλειαν καὶ εἰς κατάραν

Unchecked Copy BoxJer 44:13 - (LXX 51:13)καὶ ἐπισκέψομαι ἐπὶ τοὺς καθημένους ἐν γῇ Αἰγύπτῳ ὡς ἐπεσκεψάμην ἐπὶ Ιερουσαλημ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ

Unchecked Copy BoxJer 44:14 - (LXX 51:14)καὶ οὐκ ἔσται σεσῳσμένος οὐθεὶς τῶν ἐπιλοίπων Ιουδα τῶν παροικούντων ἐν γῇ Αἰγύπτῳ τοῦ ἐπιστρέψαι εἰς γῆν Ιουδα ἐφ᾽ ἣν αὐτοὶ ἐλπίζουσιν ταῗς ψυχαῗς αὐτῶν τοῦ ἐπιστρέψαι ἐκεῗ οὐ μὴ ἐπιστρέψωσιν ἀλλ᾽ ἢ ἀνασεσῳσμένοι

Unchecked Copy BoxJer 44:15 - (LXX 51:15)καὶ ἀπεκρίθησαν τῷ Ιερεμια πάντες οἱ ἄνδρες οἱ γνόντες ὅτι θυμιῶσιν αἱ γυναῗκες αὐτῶν θεοῗς ἑτέροις καὶ πᾶσαι αἱ γυναῗκες συναγωγὴ μεγάλη καὶ πᾶς ὁ λαὸς οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ ἐν Παθουρη λέγοντες

Unchecked Copy BoxJer 44:16 - (LXX 51:16)ὁ λόγος ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ ὀνόματι κυρίου οὐκ ἀκούσομέν σου

Unchecked Copy BoxJer 44:17 - (LXX 51:17)ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς καθὰ ἐποιήσαμεν ἡμεῗς καὶ οἱ πατέρες ἡμῶν καὶ οἱ βασιλεῗς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ καὶ ἐπλήσθημεν ἄρτων καὶ ἐγενόμεθα χρηστοὶ καὶ κακὰ οὐκ εἴδομεν

Unchecked Copy BoxJer 44:18 - (LXX 51:18)καὶ ὡς διελίπομεν θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ ἠλαττώθημεν πάντες καὶ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐξελίπομεν

Unchecked Copy BoxJer 44:19 - (LXX 51:19)καὶ ὅτι ἡμεῗς θυμιῶμεν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ ἐσπείσαμεν αὐτῇ σπονδάς μὴ ἄνευ τῶν ἀνδρῶν ἡμῶν ἐποιήσαμεν αὐτῇ χαυῶνας καὶ ἐσπείσαμεν σπονδὰς αὐτῇ

Unchecked Copy BoxJer 44:20 - (LXX 51:20)καὶ εἶπεν Ιερεμιας παντὶ τῷ λαῷ τοῗς δυνατοῗς καὶ ταῗς γυναιξὶν καὶ παντὶ τῷ λαῷ τοῗς ἀποκριθεῗσιν αὐτῷ λόγους λέγων

Unchecked Copy BoxJer 44:21 - (LXX 51:21)οὐχὶ τοῦ θυμιάματος οὗ ἐθυμιάσατε ἐν ταῗς πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ ὑμεῗς καὶ οἱ πατέρες ὑμῶν καὶ οἱ βασιλεῗς ὑμῶν καὶ οἱ ἄρχοντες ὑμῶν καὶ ὁ λαὸς τῆς γῆς ἐμνήσθη κύριος καὶ ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ

Unchecked Copy BoxJer 44:22 - (LXX 51:22)καὶ οὐκ ἠδύνατο κύριος ἔτι φέρειν ἀπὸ προσώπου πονηρίας πραγμάτων ὑμῶν ἀπὸ τῶν βδελυγμάτων ὧν ἐποιήσατε καὶ ἐγενήθη ἡ γῆ ὑμῶν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς ἀρὰν ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ

Unchecked Copy BoxJer 44:23 - (LXX 51:23)ἀπὸ προσώπου ὧν ἐθυμιᾶτε καὶ ὧν ἡμάρτετε τῷ κυρίῳ καὶ οὐκ ἠκούσατε τῆς φωνῆς κυρίου καὶ ἐν τοῗς προστάγμασιν αὐτοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ καὶ ἐν τοῗς μαρτυρίοις αὐτοῦ οὐκ ἐπορεύθητε καὶ ἐπελάβετο ὑμῶν τὰ κακὰ ταῦτα

Unchecked Copy BoxJer 44:24 - (LXX 51:24)καὶ εἶπεν Ιερεμιας τῷ λαῷ καὶ ταῗς γυναιξίν ἀκούσατε τὸν λόγον κυρίου

Unchecked Copy BoxJer 44:25 - (LXX 51:25)οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ ὑμεῗς γυναῗκες τῷ στόματι ὑμῶν ἐλαλήσατε καὶ ταῗς χερσὶν ὑμῶν ἐπληρώσατε λέγουσαι ποιοῦσαι ποιήσομεν τὰς ὁμολογίας ἡμῶν ἃς ὡμολογήσαμεν θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς ἐμμείνασαι ἐνεμείνατε ταῗς ὁμολογίαις ὑμῶν καὶ ποιοῦσαι ἐποιήσατε

Unchecked Copy BoxJer 44:26 - (LXX 51:26)διὰ τοῦτο ἀκούσατε λόγον κυρίου πᾶς Ιουδα οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ ἰδοὺ ὤμοσα τῷ ὀνόματί μου τῷ μεγάλῳ εἶπεν κύριος ἐὰν γένηται ἔτι ὄνομά μου ἐν τῷ στόματι παντὸς Ιουδα εἰπεῗν ζῇ κύριος κύριος ἐπὶ πάσῃ γῇ Αἰγύπτῳ

Unchecked Copy BoxJer 44:27 - (LXX 51:27)ὅτι ἰδοὺ ἐγὼ ἐγρήγορα ἐπ᾽ αὐτοὺς τοῦ κακῶσαι αὐτοὺς καὶ οὐκ ἀγαθῶσαι καὶ ἐκλείψουσιν πᾶς Ιουδα οἱ κατοικοῦντες ἐν γῇ Αἰγύπτῳ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἕως ἂν ἐκλίπωσιν

Unchecked Copy BoxJer 44:28 - (LXX 51:28)καὶ οἱ σεσῳσμένοι ἀπὸ ῥομφαίας ἐπιστρέψουσιν εἰς γῆν Ιουδα ὀλίγοι ἀριθμῷ καὶ γνώσονται οἱ κατάλοιποι Ιουδα οἱ καταστάντες ἐν γῇ Αἰγύπτῳ κατοικῆσαι ἐκεῗ λόγος τίνος ἐμμενεῗ

Unchecked Copy BoxJer 44:29 - (LXX 51:29)καὶ τοῦτο ὑμῗν τὸ σημεῗον ὅτι ἐπισκέψομαι ἐγὼ ἐφ᾽ ὑμᾶς εἰς πονηρά

Unchecked Copy BoxJer 44:30 - (LXX 51:30)οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ δίδωμι τὸν Ουαφρη βασιλέα Αἰγύπτου εἰς χεῗρας ἐχθροῦ αὐτοῦ καὶ εἰς χεῗρας ζητούντων τὴν ψυχὴν αὐτοῦ καθὰ ἔδωκα τὸν Σεδεκιαν βασιλέα Ιουδα εἰς χεῗρας Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος ἐχθροῦ αὐτοῦ καὶ ζητοῦντος τὴν ψυχὴν αὐτοῦ
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1