The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Iyov (Job) 34 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxJob 34:1 - ὑπολαβὼν δὲ Ελιους λέγει

Unchecked Copy BoxJob 34:2 - ἀκούσατέ μου σοφοί ἐπιστάμενοι ἐνωτίζεσθε τὸ καλόν

Unchecked Copy BoxJob 34:3 - ὅτι οὖς λόγους δοκιμάζει καὶ λάρυγξ γεύεται βρῶσιν

Unchecked Copy BoxJob 34:4 - κρίσιν ἑλώμεθα ἑαυτοῗς γνῶμεν ἀνὰ μέσον ἑαυτῶν ὅ τι καλόν

Unchecked Copy BoxJob 34:5 - ὅτι εἴρηκεν Ιωβ δίκαιός εἰμι ὁ κύριος ἀπήλλαξέν μου τὸ κρίμα

Unchecked Copy BoxJob 34:6 - ἐψεύσατο δὲ τῷ κρίματί μου βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας

Unchecked Copy BoxJob 34:7 - τίς ἀνὴρ ὥσπερ Ιωβ πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ

Unchecked Copy BoxJob 34:8 - οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας ἢ ὁδοῦ κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα τοῦ πορευθῆναι μετὰ ἀσεβῶν

Unchecked Copy BoxJob 34:9 - μὴ γὰρ εἴπῃς ὅτι οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός καὶ ἐπισκοπὴ αὐτῷ παρὰ κυρίου

Unchecked Copy BoxJob 34:10 - διό συνετοὶ καρδίας ἀκούσατέ μου μή μοι εἴη ἔναντι κυρίου ἀσεβῆσαι καὶ ἔναντι παντοκράτορος ταράξαι τὸ δίκαιον

Unchecked Copy BoxJob 34:11 - ἀλλὰ ἀποδιδοῗ ἀνθρώπῳ καθὰ ποιεῗ ἕκαστος αὐτῶν καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν

Unchecked Copy BoxJob 34:12 - οἴῃ δὲ τὸν κύριον ἄτοπα ποιήσειν ἢ ὁ παντοκράτωρ ταράξει κρίσιν

Unchecked Copy BoxJob 34:13 - ὃς ἐποίησεν τὴν γῆν τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπ᾽ οὐρανὸν καὶ τὰ ἐνόντα πάντα

Unchecked Copy BoxJob 34:14 - εἰ γὰρ βούλοιτο συνέχειν καὶ τὸ πνεῦμα παρ᾽ αὐτῷ κατασχεῗν

Unchecked Copy BoxJob 34:15 - τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται ὅθεν καὶ ἐπλάσθη

Unchecked Copy BoxJob 34:16 - εἰ δὲ μὴ νουθετῇ ἄκουε ταῦτα ἐνωτίζου φωνὴν ῥημάτων

Unchecked Copy BoxJob 34:17 - ἰδὲ σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς ὄντα αἰώνιον δίκαιον

Unchecked Copy BoxJob 34:18 - ἀσεβὴς ὁ λέγων βασιλεῗ παρανομεῗς ἀσεβέστατε τοῗς ἄρχουσιν

Unchecked Copy BoxJob 34:19 - ὃς οὐκ ἐπῃσχύνθη πρόσωπον ἐντίμου οὐδὲ οἶδεν τιμὴν θέσθαι ἁδροῗς θαυμασθῆναι πρόσωπα αὐτῶν

Unchecked Copy BoxJob 34:20 - κενὰ δὲ αὐτοῗς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῗσθαι ἀνδρός ἐχρήσαντο γὰρ παρανόμως ἐκκλινομένων ἀδυνάτων

Unchecked Copy BoxJob 34:21 - αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων λέληθεν δὲ αὐτὸν οὐδὲν ὧν πράσσουσιν

Unchecked Copy BoxJob 34:22 - οὐδὲ ἔσται τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα

Unchecked Copy BoxJob 34:23 - ὅτι οὐκ ἐπ᾽ ἄνδρα θήσει ἔτι ὁ γὰρ κύριος πάντας ἐφορᾷ

Unchecked Copy BoxJob 34:24 - ὁ καταλαμβάνων ἀνεξιχνίαστα ἔνδοξά τε καὶ ἐξαίσια ὧν οὐκ ἔστιν ἀριθμός

Unchecked Copy BoxJob 34:25 - ὁ γνωρίζων αὐτῶν τὰ ἔργα καὶ στρέψει νύκτα καὶ ταπεινωθήσονται

Unchecked Copy BoxJob 34:26 - ἔσβεσεν δὲ ἀσεβεῗς ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ

Unchecked Copy BoxJob 34:27 - ὅτι ἐξέκλιναν ἐκ νόμου θεοῦ δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν

Unchecked Copy BoxJob 34:28 - τοῦ ἐπαγαγεῗν ἐπ᾽ αὐτὸν κραυγὴν πένητος καὶ κραυγὴν πτωχῶν εἰσακούσεται

Unchecked Copy BoxJob 34:29 - καὶ αὐτὸς ἡσυχίαν παρέξει καὶ τίς καταδικάσεται καὶ κρύψει πρόσωπον καὶ τίς ὄψεται αὐτόν καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμοῦ

Unchecked Copy BoxJob 34:30 - βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ

Unchecked Copy BoxJob 34:31 - ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων εἴληφα οὐκ ἐνεχυράσω

Unchecked Copy BoxJob 34:32 - ἄνευ ἐμαυτοῦ ὄψομαι σὺ δεῗξόν μοι εἰ ἀδικίαν ἠργασάμην οὐ μὴ προσθήσω

Unchecked Copy BoxJob 34:33 - μὴ παρὰ σοῦ ἀποτείσει αὐτήν ὅτι ἀπώσῃ ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ καὶ τί ἔγνως λάλησον

Unchecked Copy BoxJob 34:34 - διὸ συνετοὶ καρδίας ἐροῦσιν ταῦτα ἀνὴρ δὲ σοφὸς ἀκήκοέν μου τὸ ῥῆμα

Unchecked Copy BoxJob 34:35 - Ιωβ δὲ οὐκ ἐν συνέσει ἐλάλησεν τὰ δὲ ῥήματα αὐτοῦ οὐκ ἐν ἐπιστήμῃ

Unchecked Copy BoxJob 34:36 - οὐ μὴν δὲ ἀλλὰ μάθε Ιωβ μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες

Unchecked Copy BoxJob 34:37 - ἵνα μὴ προσθῶμεν ἐφ᾽ ἁμαρτίαις ἡμῶν ἀνομία δὲ ἐφ᾽ ἡμῗν λογισθήσεται πολλὰ λαλούντων ῥήματα ἐναντίον τοῦ κυρίου
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1