The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one’s mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Vayikra (Leviticus) 11 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxLev 11:1 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων

Unchecked Copy BoxLev 11:2 - λαλήσατε τοῗς υἱοῗς Ισραηλ λέγοντες ταῦτα τὰ κτήνη ἃ φάγεσθε ἀπὸ πάντων τῶν κτηνῶν τῶν ἐπὶ τῆς γῆς

Unchecked Copy BoxLev 11:3 - πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῗς κτήνεσιν ταῦτα φάγεσθε

Unchecked Copy BoxLev 11:4 - πλὴν ἀπὸ τούτων οὐ φάγεσθε ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας τὸν κάμηλον ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο ὁπλὴν δὲ οὐ διχηλεῗ ἀκάθαρτον τοῦτο ὑμῗν

Unchecked Copy BoxLev 11:5 - καὶ τὸν δασύποδα ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο καὶ ὁπλὴν οὐ διχηλεῗ ἀκάθαρτον τοῦτο ὑμῗν

Unchecked Copy BoxLev 11:6 - καὶ τὸν χοιρογρύλλιον ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο καὶ ὁπλὴν οὐ διχηλεῗ ἀκάθαρτον τοῦτο ὑμῗν

Unchecked Copy BoxLev 11:7 - καὶ τὸν ὗν ὅτι διχηλεῗ ὁπλὴν τοῦτο καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς καὶ τοῦτο οὐκ ἀνάγει μηρυκισμόν ἀκάθαρτον τοῦτο ὑμῗν

Unchecked Copy BoxLev 11:8 - ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε ἀκάθαρτα ταῦτα ὑμῗν

Unchecked Copy BoxLev 11:9 - καὶ ταῦτα ἃ φάγεσθε ἀπὸ πάντων τῶν ἐν τοῗς ὕδασιν πάντα ὅσα ἐστὶν αὐτοῗς πτερύγια καὶ λεπίδες ἐν τοῗς ὕδασιν καὶ ἐν ταῗς θαλάσσαις καὶ ἐν τοῗς χειμάρροις ταῦτα φάγεσθε

Unchecked Copy BoxLev 11:10 - καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῗς πτερύγια οὐδὲ λεπίδες ἐν τῷ ὕδατι ἢ ἐν ταῗς θαλάσσαις καὶ ἐν τοῗς χειμάρροις ἀπὸ πάντων ὧν ἐρεύγεται τὰ ὕδατα καὶ ἀπὸ πάσης ψυχῆς ζώσης τῆς ἐν τῷ ὕδατι βδέλυγμά ἐστιν

Unchecked Copy BoxLev 11:11 - καὶ βδελύγματα ἔσονται ὑμῗν ἀπὸ τῶν κρεῶν αὐτῶν οὐκ ἔδεσθε καὶ τὰ θνησιμαῗα αὐτῶν βδελύξεσθε

Unchecked Copy BoxLev 11:12 - καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῗς πτερύγια καὶ λεπίδες τῶν ἐν τῷ ὕδατι βδέλυγμα τοῦτό ἐστιν ὑμῗν

Unchecked Copy BoxLev 11:13 - καὶ ταῦτα βδελύξεσθε ἀπὸ τῶν πετεινῶν καὶ οὐ βρωθήσεται βδέλυγμά ἐστιν τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν ἁλιαίετον

Unchecked Copy BoxLev 11:14 - καὶ τὸν γύπα καὶ ἰκτῗνα καὶ τὰ ὅμοια αὐτῷ

Unchecked Copy BoxLev 11:15 - καὶ κόρακα καὶ τὰ ὅμοια αὐτῷ

Unchecked Copy BoxLev 11:16 - καὶ στρουθὸν καὶ γλαῦκα καὶ λάρον καὶ τὰ ὅμοια αὐτῷ καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ

Unchecked Copy BoxLev 11:17 - καὶ νυκτικόρακα καὶ καταρράκτην καὶ ἶβιν

Unchecked Copy BoxLev 11:18 - καὶ πορφυρίωνα καὶ πελεκᾶνα καὶ κύκνον

Unchecked Copy BoxLev 11:19 - καὶ γλαῦκα καὶ ἐρωδιὸν καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτῷ καὶ ἔποπα καὶ νυκτερίδα

Unchecked Copy BoxLev 11:20 - καὶ πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἃ πορεύεται ἐπὶ τέσσαρα βδελύγματά ἐστιν ὑμῗν

Unchecked Copy BoxLev 11:21 - ἀλλὰ ταῦτα φάγεσθε ἀπὸ τῶν ἑρπετῶν τῶν πετεινῶν ἃ πορεύεται ἐπὶ τέσσαρα ἃ ἔχει σκέλη ἀνώτερον τῶν ποδῶν αὐτοῦ πηδᾶν ἐν αὐτοῗς ἐπὶ τῆς γῆς

Unchecked Copy BoxLev 11:22 - καὶ ταῦτα φάγεσθε ἀπ᾽ αὐτῶν τὸν βροῦχον καὶ τὰ ὅμοια αὐτῷ καὶ τὸν ἀττάκην καὶ τὰ ὅμοια αὐτῷ καὶ τὴν ἀκρίδα καὶ τὰ ὅμοια αὐτῇ καὶ τὸν ὀφιομάχην καὶ τὰ ὅμοια αὐτῷ

Unchecked Copy BoxLev 11:23 - πᾶν ἑρπετὸν ἀπὸ τῶν πετεινῶν οἷς ἐστιν τέσσαρες πόδες βδέλυγμά ἐστιν ὑμῗν

Unchecked Copy BoxLev 11:24 - καὶ ἐν τούτοις μιανθήσεσθε πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας

Unchecked Copy BoxLev 11:25 - καὶ πᾶς ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν πλυνεῗ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας

Unchecked Copy BoxLev 11:26 - ἐν πᾶσιν τοῗς κτήνεσιν ὅ ἐστιν διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζει καὶ μηρυκισμὸν οὐ μαρυκᾶται ἀκάθαρτα ἔσονται ὑμῗν πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας

Unchecked Copy BoxLev 11:27 - καὶ πᾶς ὃς πορεύεται ἐπὶ χειρῶν ἐν πᾶσι τοῗς θηρίοις ἃ πορεύεται ἐπὶ τέσσαρα ἀκάθαρτα ἔσται ὑμῗν πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας

Unchecked Copy BoxLev 11:28 - καὶ ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν πλυνεῗ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας ἀκάθαρτα ταῦτα ὑμῗν ἐστιν

Unchecked Copy BoxLev 11:29 - καὶ ταῦτα ὑμῗν ἀκάθαρτα ἀπὸ τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς ἡ γαλῆ καὶ ὁ μῦς καὶ ὁ κροκόδειλος ὁ χερσαῗος

Unchecked Copy BoxLev 11:30 - μυγαλῆ καὶ χαμαιλέων καὶ καλαβώτης καὶ σαύρα καὶ ἀσπάλαξ

Unchecked Copy BoxLev 11:31 - ταῦτα ἀκάθαρτα ὑμῗν ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς πᾶς ὁ ἁπτόμενος αὐτῶν τεθνηκότων ἀκάθαρτος ἔσται ἕως ἑσπέρας

Unchecked Copy BoxLev 11:32 - καὶ πᾶν ἐφ᾽ ὃ ἂν ἐπιπέσῃ ἀπ᾽ αὐτῶν τεθνηκότων αὐτῶν ἀκάθαρτον ἔσται ἀπὸ παντὸς σκεύους ξυλίνου ἢ ἱματίου ἢ δέρματος ἢ σάκκου πᾶν σκεῦος ὃ ἐὰν ποιηθῇ ἔργον ἐν αὐτῷ εἰς ὕδωρ βαφήσεται καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας καὶ καθαρὸν ἔσται

Unchecked Copy BoxLev 11:33 - καὶ πᾶν σκεῦος ὀστράκινον εἰς ὃ ἐὰν πέσῃ ἀπὸ τούτων ἔνδον ὅσα ἐὰν ἔνδον ᾖ ἀκάθαρτα ἔσται καὶ αὐτὸ συντριβήσεται

Unchecked Copy BoxLev 11:34 - καὶ πᾶν βρῶμα ὃ ἔσθεται εἰς ὃ ἐὰν ἐπέλθῃ ἐπ᾽ αὐτὸ ὕδωρ ἀκάθαρτον ἔσται καὶ πᾶν ποτόν ὃ πίνεται ἐν παντὶ ἀγγείῳ ἀκάθαρτον ἔσται

Unchecked Copy BoxLev 11:35 - καὶ πᾶν ὃ ἐὰν πέσῃ ἀπὸ τῶν θνησιμαίων αὐτῶν ἐπ᾽ αὐτό ἀκάθαρτον ἔσται κλίβανοι καὶ κυθρόποδες καθαιρεθήσονται ἀκάθαρτα ταῦτά ἐστιν καὶ ἀκάθαρτα ταῦτα ὑμῗν ἔσονται

Unchecked Copy BoxLev 11:36 - πλὴν πηγῶν ὑδάτων καὶ λάκκου καὶ συναγωγῆς ὕδατος ἔσται καθαρόν ὁ δὲ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται

Unchecked Copy BoxLev 11:37 - ἐὰν δὲ ἐπιπέσῃ τῶν θνησιμαίων αὐτῶν ἐπὶ πᾶν σπέρμα σπόριμον ὃ σπαρήσεται καθαρὸν ἔσται

Unchecked Copy BoxLev 11:38 - ἐὰν δὲ ἐπιχυθῇ ὕδωρ ἐπὶ πᾶν σπέρμα καὶ ἐπιπέσῃ τῶν θνησιμαίων αὐτῶν ἐπ᾽ αὐτό ἀκάθαρτόν ἐστιν ὑμῗν

Unchecked Copy BoxLev 11:39 - ἐὰν δὲ ἀποθάνῃ τῶν κτηνῶν ὅ ἐστιν ὑμῗν τοῦτο φαγεῗν ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας

Unchecked Copy BoxLev 11:40 - καὶ ὁ ἐσθίων ἀπὸ τῶν θνησιμαίων τούτων πλυνεῗ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ ὁ αἴρων ἀπὸ θνησιμαίων αὐτῶν πλυνεῗ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας

Unchecked Copy BoxLev 11:41 - καὶ πᾶν ἑρπετόν ὃ ἕρπει ἐπὶ τῆς γῆς βδέλυγμα τοῦτο ἔσται ὑμῗν οὐ βρωθήσεται

Unchecked Copy BoxLev 11:42 - καὶ πᾶς ὁ πορευόμενος ἐπὶ κοιλίας καὶ πᾶς ὁ πορευόμενος ἐπὶ τέσσαρα διὰ παντός ὃ πολυπληθεῗ ποσὶν ἐν πᾶσιν τοῗς ἑρπετοῗς τοῗς ἕρπουσιν ἐπὶ τῆς γῆς οὐ φάγεσθε αὐτό ὅτι βδέλυγμα ὑμῗν ἐστιν

Unchecked Copy BoxLev 11:43 - καὶ οὐ μὴ βδελύξητε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσι τοῗς ἑρπετοῗς τοῗς ἕρπουσιν ἐπὶ τῆς γῆς καὶ οὐ μιανθήσεσθε ἐν τούτοις καὶ οὐκ ἀκάθαρτοι ἔσεσθε ἐν αὐτοῗς

Unchecked Copy BoxLev 11:44 - ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν καὶ ἁγιασθήσεσθε καὶ ἅγιοι ἔσεσθε ὅτι ἅγιός εἰμι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν καὶ οὐ μιανεῗτε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσιν τοῗς ἑρπετοῗς τοῗς κινουμένοις ἐπὶ τῆς γῆς

Unchecked Copy BoxLev 11:45 - ὅτι ἐγώ εἰμι κύριος ὁ ἀναγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου εἶναι ὑμῶν θεός καὶ ἔσεσθε ἅγιοι ὅτι ἅγιός εἰμι ἐγὼ κύριος

Unchecked Copy BoxLev 11:46 - οὗτος ὁ νόμος περὶ τῶν κτηνῶν καὶ τῶν πετεινῶν καὶ πάσης ψυχῆς τῆς κινουμένης ἐν τῷ ὕδατι καὶ πάσης ψυχῆς ἑρπούσης ἐπὶ τῆς γῆς

Unchecked Copy BoxLev 11:47 - διαστεῗλαι ἀνὰ μέσον τῶν ἀκαθάρτων καὶ ἀνὰ μέσον τῶν καθαρῶν καὶ ἀνὰ μέσον τῶν ζωογονούντων τὰ ἐσθιόμενα καὶ ἀνὰ μέσον τῶν ζωογονούντων τὰ μὴ ἐσθιόμενα
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1
Line-By-Line Order:
Line-By-Line Verse-ReferenceVerse-Reference
Line-By-Line Reference-VerseReference-Verse
Line-By-Line Separate LineSeparate Line
Line-By-Line Verse OnlyVerse Only
Line-By-Line Reference OnlyReference Only
Reference Delimiters:
No Reference DelimitersNone — Jhn 1:1 KJV
Square Reference DelimitersSquare — [Jhn 1:1 KJV]
Curly Reference DelimitersCurly — {Jhn 1:1 KJV}
Parenthesis Reference DelimitersParens — (Jhn 1:1 KJV)
Paragraph Order:
Paragraph Verse-ReferenceVerse-Reference
Paragraph Reference-VerseReference-Verse
Paragraph Reference-OnlyReference-Only
Number Delimiters:*
No Verse NumbersNo Number
No Verse DelimetersNo Delimiter — 15
Square Verse DelimitersSquare — [15]
Curly Verse DelimitersCurly — {15}
Parenthesis Verse DelimitersParens — (15)
Other Options:
Abbreviate BooksAbbreviate Books
Use SBL Abbrev.Use SBL Abbrev.
En dash not HyphenEn dash not Hyphen
 
 
Quotes Around VersesQuotes Around Verses
Remove Square BracketsRemove Square Brackets
Select All Verses
Clear All Verses

* 'Number Delimiters' only apply to 'Paragraph Order'