The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Bamidbar (Numbers) 34 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxNum 34:1 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Unchecked Copy BoxNum 34:2 - ἔντειλαι τοῗς υἱοῗς Ισραηλ καὶ ἐρεῗς πρὸς αὐτούς ὑμεῗς εἰσπορεύεσθε εἰς τὴν γῆν Χανααν αὕτη ἔσται ὑμῗν εἰς κληρονομίαν γῆ Χανααν σὺν τοῗς ὁρίοις αὐτῆς

Unchecked Copy BoxNum 34:3 - καὶ ἔσται ὑμῗν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σιν ἕως ἐχόμενον Εδωμ καὶ ἔσται ὑμῗν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν

Unchecked Copy BoxNum 34:4 - καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ακραβιν καὶ παρελεύσεται Σεννα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Καδης τοῦ Βαρνη καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Αραδ καὶ παρελεύσεται Ασεμωνα

Unchecked Copy BoxNum 34:5 - καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ασεμωνα χειμάρρουν Αἰγύπτου καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα

Unchecked Copy BoxNum 34:6 - καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῗν ἡ θάλασσα ἡ μεγάλη ὁριεῗ τοῦτο ἔσται ὑμῗν τὰ ὅρια τῆς θαλάσσης

Unchecked Copy BoxNum 34:7 - καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῗν πρὸς βορρᾶν ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῗν αὐτοῗς παρὰ τὸ ὄρος τὸ ὄρος

Unchecked Copy BoxNum 34:8 - καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῗς εἰσπορευομένων εἰς Εμαθ καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδα

Unchecked Copy BoxNum 34:9 - καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ασερναιν τοῦτο ἔσται ὑμῗν ὅρια ἀπὸ βορρᾶ

Unchecked Copy BoxNum 34:10 - καὶ καταμετρήσετε ὑμῗν αὐτοῗς τὰ ὅρια ἀνατολῶν ἀπὸ Ασερναιν Σεπφαμα

Unchecked Copy BoxNum 34:11 - καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφαμ Αρβηλα ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς καὶ καταβήσεται τὰ ὅρια Βηλα ἐπὶ νώτου θαλάσσης Χεναρα ἀπὸ ἀνατολῶν

Unchecked Copy BoxNum 34:12 - καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ιορδάνην καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή αὕτη ἔσται ὑμῗν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ

Unchecked Copy BoxNum 34:13 - καὶ ἐνετείλατο Μωυσῆς τοῗς υἱοῗς Ισραηλ λέγων αὕτη ἡ γῆ ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ δοῦναι αὐτὴν ταῗς ἐννέα φυλαῗς καὶ τῷ ἡμίσει φυλῆς Μανασση

Unchecked Copy BoxNum 34:14 - ὅτι ἔλαβεν φυλὴ υἱῶν Ρουβην καὶ φυλὴ υἱῶν Γαδ κατ᾽ οἴκους πατριῶν αὐτῶν καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἀπέλαβον τοὺς κλήρους αὐτῶν

Unchecked Copy BoxNum 34:15 - δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω ἀπὸ νότου κατ᾽ ἀνατολάς

Unchecked Copy BoxNum 34:16 - καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Unchecked Copy BoxNum 34:17 - ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ κληρονομήσουσιν ὑμῗν τὴν γῆν Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη

Unchecked Copy BoxNum 34:18 - καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῗν τὴν γῆν

Unchecked Copy BoxNum 34:19 - καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῆς φυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη

Unchecked Copy BoxNum 34:20 - τῆς φυλῆς Συμεων Σαλαμιηλ υἱὸς Εμιουδ

Unchecked Copy BoxNum 34:21 - τῆς φυλῆς Βενιαμιν Ελδαδ υἱὸς Χασλων

Unchecked Copy BoxNum 34:22 - τῆς φυλῆς Δαν ἄρχων Βακχιρ υἱὸς Εγλι

Unchecked Copy BoxNum 34:23 - τῶν υἱῶν Ιωσηφ φυλῆς υἱῶν Μανασση ἄρχων Ανιηλ υἱὸς Ουφι

Unchecked Copy BoxNum 34:24 - τῆς φυλῆς υἱῶν Εφραιμ ἄρχων Καμουηλ υἱὸς Σαβαθα

Unchecked Copy BoxNum 34:25 - τῆς φυλῆς Ζαβουλων ἄρχων Ελισαφαν υἱὸς Φαρναχ

Unchecked Copy BoxNum 34:26 - τῆς φυλῆς υἱῶν Ισσαχαρ ἄρχων Φαλτιηλ υἱὸς Οζα

Unchecked Copy BoxNum 34:27 - τῆς φυλῆς υἱῶν Ασηρ ἄρχων Αχιωρ υἱὸς Σελεμι

Unchecked Copy BoxNum 34:28 - τῆς φυλῆς Νεφθαλι ἄρχων Φαδαηλ υἱὸς Βεναμιουδ

Unchecked Copy BoxNum 34:29 - οὗτοι οἷς ἐνετείλατο κύριος καταμερίσαι τοῗς υἱοῗς Ισραηλ ἐν γῇ Χανααν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1