The Blue Letter Bible
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Mishlei (Proverbs) 31 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible
Unchecked Copy BoxPro 31:1 - (LXX 31:1)οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ θεοῦ βασιλέως χρηματισμός ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτοῦ
Unchecked Copy BoxPro 31:2 - (LXX 31:2)τί τέκνον τηρήσεις τί ῥήσεις θεοῦ πρωτογενές σοὶ λέγω υἱέ τί τέκνον ἐμῆς κοιλίας τί τέκνον ἐμῶν εὐχῶν
Unchecked Copy BoxPro 31:3 - (LXX 31:3)μὴ δῷς γυναιξὶ σὸν πλοῦτον καὶ τὸν σὸν νοῦν καὶ βίον εἰς ὑστεροβουλίαν
Unchecked Copy BoxPro 31:4 - (LXX 31:4)μετὰ βουλῆς πάντα ποίει μετὰ βουλῆς οἰνοπότει οἱ δυνάσται θυμώδεις εἰσίν οἶνον δὲ μὴ πινέτωσαν
Unchecked Copy BoxPro 31:5 - (LXX 31:5)ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ ὀρθὰ κρῗναι οὐ μὴ δύνωνται τοὺς ἀσθενεῗς
Unchecked Copy BoxPro 31:6 - (LXX 31:6)δίδοτε μέθην τοῗς ἐν λύπαις καὶ οἶνον πίνειν τοῗς ἐν ὀδύναις
Unchecked Copy BoxPro 31:7 - (LXX 31:7)ἵνα ἐπιλάθωνται τῆς πενίας καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι
Unchecked Copy BoxPro 31:8 - (LXX 31:8)ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ καὶ κρῗνε πάντας ὑγιῶς
Unchecked Copy BoxPro 31:9 - (LXX 31:9)ἄνοιγε σὸν στόμα καὶ κρῗνε δικαίως διάκρινε δὲ πένητα καὶ ἀσθενῆ
Unchecked Copy BoxPro 31:10 - (LXX 31:10)γυναῗκα ἀνδρείαν τίς εὑρήσει τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν ἡ τοιαύτη
Unchecked Copy BoxPro 31:11 - (LXX 31:11)θαρσεῗ ἐπ᾽ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει
Unchecked Copy BoxPro 31:12 - (LXX 31:12)ἐνεργεῗ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον
Unchecked Copy BoxPro 31:13 - (LXX 31:13)μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῗς χερσὶν αὐτῆς
Unchecked Copy BoxPro 31:14 - (LXX 31:14)ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν συνάγει δὲ αὕτη τὸν βίον
Unchecked Copy BoxPro 31:15 - (LXX 31:15)καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκεν βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῗς θεραπαίναις
Unchecked Copy BoxPro 31:16 - (LXX 31:16)θεωρήσασα γεώργιον ἐπρίατο ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσεν κτῆμα
Unchecked Copy BoxPro 31:17 - (LXX 31:17)ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισεν τοὺς βραχίονας αὐτῆς εἰς ἔργον
Unchecked Copy BoxPro 31:18 - (LXX 31:18)ἐγεύσατο ὅτι καλόν ἐστιν τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς
Unchecked Copy BoxPro 31:19 - (LXX 31:19)τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα τὰς δὲ χεῗρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον
Unchecked Copy BoxPro 31:20 - (LXX 31:20)χεῗρας δὲ αὐτῆς διήνοιξεν πένητι καρπὸν δὲ ἐξέτεινεν πτωχῷ
Unchecked Copy BoxPro 31:21 - (LXX 31:21)οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς ὅταν που χρονίζῃ πάντες γὰρ οἱ παρ᾽ αὐτῆς ἐνδιδύσκονται
Unchecked Copy BoxPro 31:22 - (LXX 31:22)δισσὰς χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα
Unchecked Copy BoxPro 31:23 - (LXX 31:23)περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς
Unchecked Copy BoxPro 31:24 - (LXX 31:24)σινδόνας ἐποίησεν καὶ ἀπέδοτο περιζώματα δὲ τοῗς Χαναναίοις
Unchecked Copy BoxPro 31:25 - (LXX 31:25)στόμα αὐτῆς διήνοιξεν προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς
Unchecked Copy BoxPro 31:26 - (LXX 31:26)ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις
Unchecked Copy BoxPro 31:27 - (LXX 31:27)στεγναὶ διατριβαὶ οἴκων αὐτῆς σῗτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν
Unchecked Copy BoxPro 31:28 - (LXX 31:28)τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησεν τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν
Unchecked Copy BoxPro 31:29 - (LXX 31:29)πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον πολλαὶ ἐποίησαν δυνατά σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας
Unchecked Copy BoxPro 31:30 - (LXX 31:30)ψευδεῗς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός γυνὴ γὰρ συνετὴ εὐλογεῗται φόβον δὲ κυρίου αὕτη αἰνείτω
Unchecked Copy BoxPro 31:31 - (LXX 31:31)δότε αὐτῇ ἀπὸ καρπῶν χειρῶν αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This Page Cite This Page
Share this page Follow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization