The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search LXX

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one’s mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Tehillim (Psalms) 104 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxPsa 104:1 - (LXX 103:1τῷ Δαυιδ εὐλόγει ἡ ψυχή μου τὸν κύριον κύριε ὁ θεός μου ἐμεγαλύνθης σφόδρα ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω

Unchecked Copy BoxPsa 104:2 - (LXX 103:2ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν

Unchecked Copy BoxPsa 104:3 - (LXX 103:3ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων

Unchecked Copy BoxPsa 104:4 - (LXX 103:4ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον

Unchecked Copy BoxPsa 104:5 - (LXX 103:5ἐθεμελίωσεν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος

Unchecked Copy BoxPsa 104:6 - (LXX 103:6ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα

Unchecked Copy BoxPsa 104:7 - (LXX 103:7ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν

Unchecked Copy BoxPsa 104:8 - (LXX 103:8ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσιν πεδία εἰς τόπον ὃν ἐθεμελίωσας αὐτοῗς

Unchecked Copy BoxPsa 104:9 - (LXX 103:9ὅριον ἔθου ὃ οὐ παρελεύσονται οὐδὲ ἐπιστρέψουσιν καλύψαι τὴν γῆν

Unchecked Copy BoxPsa 104:10 - (LXX 103:10ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα

Unchecked Copy BoxPsa 104:11 - (LXX 103:11ποτιοῦσιν πάντα τὰ θηρία τοῦ ἀγροῦ προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν

Unchecked Copy BoxPsa 104:12 - (LXX 103:12ἐπ᾽ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσιν φωνήν

Unchecked Copy BoxPsa 104:13 - (LXX 103:13ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ

Unchecked Copy BoxPsa 104:14 - (LXX 103:14ἐξανατέλλων χόρτον τοῗς κτήνεσιν καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων τοῦ ἐξαγαγεῗν ἄρτον ἐκ τῆς γῆς

Unchecked Copy BoxPsa 104:15 - (LXX 103:15καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει

Unchecked Copy BoxPsa 104:16 - (LXX 103:16χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσεν

Unchecked Copy BoxPsa 104:17 - (LXX 103:17ἐκεῗ στρουθία ἐννοσσεύσουσιν τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῗται αὐτῶν

Unchecked Copy BoxPsa 104:18 - (LXX 103:18ὄρη τὰ ὑψηλὰ ταῗς ἐλάφοις πέτρα καταφυγὴ τοῗς χοιρογρυλλίοις

Unchecked Copy BoxPsa 104:19 - (LXX 103:19ἐποίησεν σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ

Unchecked Copy BoxPsa 104:20 - (LXX 103:20ἔθου σκότος καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ

Unchecked Copy BoxPsa 104:21 - (LXX 103:21σκύμνοι ὠρυόμενοι ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ θεοῦ βρῶσιν αὐτοῗς

Unchecked Copy BoxPsa 104:22 - (LXX 103:22ἀνέτειλεν ὁ ἥλιος καὶ συνήχθησαν καὶ ἐν ταῗς μάνδραις αὐτῶν κοιτασθήσονται

Unchecked Copy BoxPsa 104:23 - (LXX 103:23ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας

Unchecked Copy BoxPsa 104:24 - (LXX 103:24ὡς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε πάντα ἐν σοφίᾳ ἐποίησας ἐπληρώθη ἡ γῆ τῆς κτήσεώς σου

Unchecked Copy BoxPsa 104:25 - (LXX 103:25αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος ἐκεῗ ἑρπετά ὧν οὐκ ἔστιν ἀριθμός ζῷα μικρὰ μετὰ μεγάλων

Unchecked Copy BoxPsa 104:26 - (LXX 103:26ἐκεῗ πλοῗα διαπορεύονται δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ

Unchecked Copy BoxPsa 104:27 - (LXX 103:27πάντα πρὸς σὲ προσδοκῶσιν δοῦναι τὴν τροφὴν αὐτοῗς εὔκαιρον

Unchecked Copy BoxPsa 104:28 - (LXX 103:28δόντος σου αὐτοῗς συλλέξουσιν ἀνοίξαντος δέ σου τὴν χεῗρα τὰ σύμπαντα πλησθήσονται χρηστότητος

Unchecked Copy BoxPsa 104:29 - (LXX 103:29ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται ἀντανελεῗς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσιν καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν

Unchecked Copy BoxPsa 104:30 - (LXX 103:30ἐξαποστελεῗς τὸ πνεῦμά σου καὶ κτισθήσονται καὶ ἀνακαινιεῗς τὸ πρόσωπον τῆς γῆς

Unchecked Copy BoxPsa 104:31 - (LXX 103:31ἤτω ἡ δόξα κυρίου εἰς τὸν αἰῶνα εὐφρανθήσεται κύριος ἐπὶ τοῗς ἔργοις αὐτοῦ

Unchecked Copy BoxPsa 104:32 - (LXX 103:32ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται

Unchecked Copy BoxPsa 104:33 - (LXX 103:33ᾄσω τῷ κυρίῳ ἐν τῇ ζωῇ μου ψαλῶ τῷ θεῷ μου ἕως ὑπάρχω

Unchecked Copy BoxPsa 104:34 - (LXX 103:34ἡδυνθείη αὐτῷ ἡ διαλογή μου ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ κυρίῳ

Unchecked Copy BoxPsa 104:35 - (LXX 103:35ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι ὥστε μὴ ὑπάρχειν αὐτούς εὐλόγει ἡ ψυχή μου τὸν κύριον
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1