The Blue Letter Bible
Copy Options
Cite Print
Version Selector Up Arrow

Cite this page

MLA format Copy link to clipboard

Note: MLA no longer requires the URL as part of their citation standard. Individual instructors or editors may still require the use of URLs.

APA format Copy link to clipboard
Chicago format Copy link to clipboard
Close
Version Selector Up Arrow

Share this page using one of these tools:

facebook twitter

googleplus pinterest

reddit tumblr linkedin


Or email this page to a friend:

BLB Searches
Search the Bible
Search LXX
KJVNKJVNLTNIVESVCSBNASB
Version Selector Up Arrow NETRSVASVYLTDBYWEBHNV
RVR60VULWLCLXXmGNTTR  
 [?]

Advanced Options

Search a pre-defined list


OR Select a range of biblical books

From:

To:


OR Custom Selection:

Use semicolons to separate groups: 'Gen;Jdg;Psa-Mal' or 'Rom 3-12;Mat 1:15;Mat 5:12-22'

LexiConc
 [?]
 

Advanced Options

Exact Match
Beginning of the Word
Any Part of the Word
Theological FAQs
 [?]
 
Multi-Verse Retrieval
x
Search LXX
KJVNKJVNLTNIVESVCSBNASB
Version Selector Up Arrow NETRSVASVYLTDBYWEBHNV
RVR60VULWLCLXXmGNTTR  

Line-By-Line Order:
Line-By-Line Verse-Reference  Verse-Reference
Line-By-Line Reference-Verse  Reference-Verse
Line-By-Line Separate Line  Separate Line
Line-By-Line Verse Only  Verse Only
Line-By-Line Reference Only  Reference Only
Reference Delimiters:
No Reference Delimiters  None — Jhn 1:1 KJV
Square Reference Delimiters  Square — [Jhn 1:1 KJV]
Curly Reference Delimiters  Curly — {Jhn 1:1 KJV}
Parenthesis Reference Delimiters  Parens — (Jhn 1:1 KJV)
Paragraph Order:
Paragraph Verse-Reference  Verse-Reference
Paragraph Reference-Verse  Reference-Verse
Paragraph Reference-Only  Reference-Only
Number Delimiters:*
No Verse Numbers  No Number
No Verse Delimeters  No Delimiter — 15
Square Verse Delimiters  Square — [15]
Curly Verse Delimiters  Curly — {15}
Parenthesis Verse Delimiters  Parens — (15)
Other Options:
Abbreviate Books  Abbreviate Books
Quotes Around Verses  Quotes around Verses
Remove Square Brackets  Remove Square Brackets
 
Sort Canonically  Sort Canonically

* 'Number Delimiters' only apply to 'Paragraph Order'

Let's Connect
x

Connect on Facebook Connect on Twitter Connect on Instagram Connect on Pinterest Connect on YouTube

Subscribe to our Newsletter

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one’s mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Tehillim (Psalms) 119 :: Septuagint (LXX)

toggle collapse
Choose a new font size and typeface

Customize your font sizeIncrease your font sizeDecrease your font sizeReturn to default font size

Choose a Bible text color
Read the Bible in blackRead the Bible in dark blueRead the Bible in blue

Customize your text type
Arial font
Trebuchet MS font
Georgia font
Times New Roman font

Customize your Hebrew text type
SBL Hebrew font
Times New Roman font
Arial font

Customize your Greek text type
Gentium font
Times New Roman font
Arial font

Close font preferences
Listen to the Bible

Unchecked Copy BoxPsa 119:1 - αλληλουια αλφ μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ κυρίου

Unchecked Copy BoxPsa 119:2 - μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν

Unchecked Copy BoxPsa 119:3 - οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν

Unchecked Copy BoxPsa 119:4 - σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα

Unchecked Copy BoxPsa 119:5 - ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου

Unchecked Copy BoxPsa 119:6 - τότε οὐ μὴ ἐπαισχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου

Unchecked Copy BoxPsa 119:7 - ἐξομολογήσομαί σοι κύριε ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου

Unchecked Copy BoxPsa 119:8 - τὰ δικαιώματά σου φυλάξω μή με ἐγκαταλίπῃς ἕως σφόδρα

Unchecked Copy BoxPsa 119:9 - βηθ ἐν τίνι κατορθώσει ὁ νεώτερος τὴν ὁδὸν αὐτοῦ ἐν τῷ φυλάσσεσθαι τοὺς λόγους σου

Unchecked Copy BoxPsa 119:10 - ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου

Unchecked Copy BoxPsa 119:11 - ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου ὅπως ἂν μὴ ἁμάρτω σοι

Unchecked Copy BoxPsa 119:12 - εὐλογητὸς εἶ κύριε δίδαξόν με τὰ δικαιώματά σου

Unchecked Copy BoxPsa 119:13 - ἐν τοῖς χείλεσίν μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου

Unchecked Copy BoxPsa 119:14 - ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ

Unchecked Copy BoxPsa 119:15 - ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου

Unchecked Copy BoxPsa 119:16 - ἐν τοῖς δικαιώμασίν σου μελετήσω οὐκ ἐπιλήσομαι τῶν λόγων σου

Unchecked Copy BoxPsa 119:17 - γιμαλ ἀνταπόδος τῷ δούλῳ σου ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου

Unchecked Copy BoxPsa 119:18 - ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου

Unchecked Copy BoxPsa 119:19 - πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ μὴ ἀποκρύψῃς ἀπ᾽ ἐμοῦ τὰς ἐντολάς σου

Unchecked Copy BoxPsa 119:20 - ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ

Unchecked Copy BoxPsa 119:21 - ἐπετίμησας ὑπερηφάνοις ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου

Unchecked Copy BoxPsa 119:22 - περίελε ἀπ᾽ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα

Unchecked Copy BoxPsa 119:23 - καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ᾽ ἐμοῦ κατελάλουν ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασίν σου

Unchecked Copy BoxPsa 119:24 - καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστιν καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου

Unchecked Copy BoxPsa 119:25 - δελθ ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου ζῆσόν με κατὰ τὸν λόγον σου

Unchecked Copy BoxPsa 119:26 - τὰς ὁδούς μου ἐξήγγειλα καὶ ἐπήκουσάς μου δίδαξόν με τὰ δικαιώματά σου

Unchecked Copy BoxPsa 119:27 - ὁδὸν δικαιωμάτων σου συνέτισόν με καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου

Unchecked Copy BoxPsa 119:28 - ἔσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας βεβαίωσόν με ἐν τοῖς λόγοις σου

Unchecked Copy BoxPsa 119:29 - ὁδὸν ἀδικίας ἀπόστησον ἀπ᾽ ἐμοῦ καὶ τῷ νόμῳ σου ἐλέησόν με

Unchecked Copy BoxPsa 119:30 - ὁδὸν ἀληθείας ᾑρετισάμην τὰ κρίματά σου οὐκ ἐπελαθόμην

Unchecked Copy BoxPsa 119:31 - ἐκολλήθην τοῖς μαρτυρίοις σου κύριε μή με καταισχύνῃς

Unchecked Copy BoxPsa 119:32 - ὁδὸν ἐντολῶν σου ἔδραμον ὅταν ἐπλάτυνας τὴν καρδίαν μου

Unchecked Copy BoxPsa 119:33 - η νομοθέτησόν με κύριε τὴν ὁδὸν τῶν δικαιωμάτων σου καὶ ἐκζητήσω αὐτὴν διὰ παντός

Unchecked Copy BoxPsa 119:34 - συνέτισόν με καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου

Unchecked Copy BoxPsa 119:35 - ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου ὅτι αὐτὴν ἠθέλησα

Unchecked Copy BoxPsa 119:36 - κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν

Unchecked Copy BoxPsa 119:37 - ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα ἐν τῇ ὁδῷ σου ζῆσόν με

Unchecked Copy BoxPsa 119:38 - στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου

Unchecked Copy BoxPsa 119:39 - περίελε τὸν ὀνειδισμόν μου ὃν ὑπώπτευσα τὰ γὰρ κρίματά σου χρηστά

Unchecked Copy BoxPsa 119:40 - ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με

Unchecked Copy BoxPsa 119:41 - ουαυ καὶ ἔλθοι ἐπ᾽ ἐμὲ τὸ ἔλεός σου κύριε τὸ σωτήριόν σου κατὰ τὸ λόγιόν σου

Unchecked Copy BoxPsa 119:42 - καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου

Unchecked Copy BoxPsa 119:43 - καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα ὅτι ἐπὶ τὰ κρίματά σου ἐπήλπισα

Unchecked Copy BoxPsa 119:44 - καὶ φυλάξω τὸν νόμον σου διὰ παντός εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος

Unchecked Copy BoxPsa 119:45 - καὶ ἐπορευόμην ἐν πλατυσμῷ ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα

Unchecked Copy BoxPsa 119:46 - καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην

Unchecked Copy BoxPsa 119:47 - καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου αἷς ἠγάπησα σφόδρα

Unchecked Copy BoxPsa 119:48 - καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασίν σου

Unchecked Copy BoxPsa 119:49 - ζαι μνήσθητι τὸν λόγον σου τῷ δούλῳ σου ᾧ ἐπήλπισάς με

Unchecked Copy BoxPsa 119:50 - αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου ὅτι τὸ λόγιόν σου ἔζησέν με

Unchecked Copy BoxPsa 119:51 - ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα

Unchecked Copy BoxPsa 119:52 - ἐμνήσθην τῶν κριμάτων σου ἀπ᾽ αἰῶνος κύριε καὶ παρεκλήθην

Unchecked Copy BoxPsa 119:53 - ἀθυμία κατέσχεν με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου

Unchecked Copy BoxPsa 119:54 - ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου

Unchecked Copy BoxPsa 119:55 - ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου κύριε καὶ ἐφύλαξα τὸν νόμον σου

Unchecked Copy BoxPsa 119:56 - αὕτη ἐγενήθη μοι ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα

Unchecked Copy BoxPsa 119:57 - ηθ μερίς μου κύριε εἶπα φυλάξασθαι τὸν νόμον σου

Unchecked Copy BoxPsa 119:58 - ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου ἐλέησόν με κατὰ τὸ λόγιόν σου

Unchecked Copy BoxPsa 119:59 - διελογισάμην τὰς ὁδούς σου καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου

Unchecked Copy BoxPsa 119:60 - ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου

Unchecked Copy BoxPsa 119:61 - σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην

Unchecked Copy BoxPsa 119:62 - μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου

Unchecked Copy BoxPsa 119:63 - μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου

Unchecked Copy BoxPsa 119:64 - τοῦ ἐλέους σου κύριε πλήρης ἡ γῆ τὰ δικαιώματά σου δίδαξόν με

Unchecked Copy BoxPsa 119:65 - τηθ χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου κύριε κατὰ τὸν λόγον σου

Unchecked Copy BoxPsa 119:66 - χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα

Unchecked Copy BoxPsa 119:67 - πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα

Unchecked Copy BoxPsa 119:68 - χρηστὸς εἶ σύ κύριε καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου

Unchecked Copy BoxPsa 119:69 - ἐπληθύνθη ἐπ᾽ ἐμὲ ἀδικία ὑπερηφάνων ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου

Unchecked Copy BoxPsa 119:70 - ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα

Unchecked Copy BoxPsa 119:71 - ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με ὅπως ἂν μάθω τὰ δικαιώματά σου

Unchecked Copy BoxPsa 119:72 - ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου

Unchecked Copy BoxPsa 119:73 - ιωθ αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου

Unchecked Copy BoxPsa 119:74 - οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα

Unchecked Copy BoxPsa 119:75 - ἔγνων κύριε ὅτι δικαιοσύνη τὰ κρίματά σου καὶ ἀληθείᾳ ἐταπείνωσάς με

Unchecked Copy BoxPsa 119:76 - γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου

Unchecked Copy BoxPsa 119:77 - ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου καὶ ζήσομαι ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν

Unchecked Copy BoxPsa 119:78 - αἰσχυνθήτωσαν ὑπερήφανοι ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου

Unchecked Copy BoxPsa 119:79 - ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου

Unchecked Copy BoxPsa 119:80 - γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου ὅπως ἂν μὴ αἰσχυνθῶ

Unchecked Copy BoxPsa 119:81 - ι χαφ ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου καὶ εἰς τὸν λόγον σου ἐπήλπισα

Unchecked Copy BoxPsa 119:82 - ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες πότε παρακαλέσεις με

Unchecked Copy BoxPsa 119:83 - ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην

Unchecked Copy BoxPsa 119:84 - πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν

Unchecked Copy BoxPsa 119:85 - διηγήσαντό μοι παράνομοι ἀδολεσχίας ἀλλ᾽ οὐχ ὡς ὁ νόμος σου κύριε

Unchecked Copy BoxPsa 119:86 - πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια ἀδίκως κατεδίωξάν με βοήθησόν μοι

Unchecked Copy BoxPsa 119:87 - παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου

Unchecked Copy BoxPsa 119:88 - κατὰ τὸ ἔλεός σου ζῆσόν με καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου

Unchecked Copy BoxPsa 119:89 - ι λαβδ εἰς τὸν αἰῶνα κύριε ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ

Unchecked Copy BoxPsa 119:90 - εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει

Unchecked Copy BoxPsa 119:91 - τῇ διατάξει σου διαμένει ἡ ἡμέρα ὅτι τὰ σύμπαντα δοῦλα σά

Unchecked Copy BoxPsa 119:92 - εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου

Unchecked Copy BoxPsa 119:93 - εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου ὅτι ἐν αὐτοῖς ἔζησάς με κύριε

Unchecked Copy BoxPsa 119:94 - σός εἰμι ἐγώ σῶσόν με ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα

Unchecked Copy BoxPsa 119:95 - ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με τὰ μαρτύριά σου συνῆκα

Unchecked Copy BoxPsa 119:96 - πάσης συντελείας εἶδον πέρας πλατεῖα ἡ ἐντολή σου σφόδρα

Unchecked Copy BoxPsa 119:97 - ι μημ ὡς ἠγάπησα τὸν νόμον σου κύριε ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν

Unchecked Copy BoxPsa 119:98 - ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου ὅτι εἰς τὸν αἰῶνά μοί ἐστιν

Unchecked Copy BoxPsa 119:99 - ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν

Unchecked Copy BoxPsa 119:100 - ὑπὲρ πρεσβυτέρους συνῆκα ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα

Unchecked Copy BoxPsa 119:101 - ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου ὅπως ἂν φυλάξω τοὺς λόγους σου

Unchecked Copy BoxPsa 119:102 - ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα ὅτι σὺ ἐνομοθέτησάς μοι

Unchecked Copy BoxPsa 119:103 - ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου

Unchecked Copy BoxPsa 119:104 - ἀπὸ τῶν ἐντολῶν σου συνῆκα διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας ὅτι σὺ ἐνομοθέτησάς μοι

Unchecked Copy BoxPsa 119:105 - ι νουν λύχνος τοῖς ποσίν μου ὁ λόγος σου καὶ φῶς ταῖς τρίβοις μου

Unchecked Copy BoxPsa 119:106 - ὀμώμοκα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου

Unchecked Copy BoxPsa 119:107 - ἐταπεινώθην ἕως σφόδρα κύριε ζῆσόν με κατὰ τὸν λόγον σου

Unchecked Copy BoxPsa 119:108 - τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή κύριε καὶ τὰ κρίματά σου δίδαξόν με

Unchecked Copy BoxPsa 119:109 - ἡ ψυχή μου ἐν ταῖς χερσίν μου διὰ παντός καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην

Unchecked Copy BoxPsa 119:110 - ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην

Unchecked Copy BoxPsa 119:111 - ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν

Unchecked Copy BoxPsa 119:112 - ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δ ἀντάμειψιν

Unchecked Copy BoxPsa 119:113 - ι σαμχ παρανόμους ἐμίσησα καὶ τὸν νόμον σου ἠγάπησα

Unchecked Copy BoxPsa 119:114 - βοηθός μου καὶ ἀντιλήμπτωρ μου εἶ σύ εἰς τὸν λόγον σου ἐπήλπισα

Unchecked Copy BoxPsa 119:115 - ἐκκλίνατε ἀπ᾽ ἐμοῦ πονηρευόμενοι καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ θεοῦ μου

Unchecked Copy BoxPsa 119:116 - ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου καὶ ζήσομαι καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου

Unchecked Copy BoxPsa 119:117 - βοήθησόν μοι καὶ σωθήσομαι καὶ μελετήσω ἐν τοῖς δικαιώμασίν σου διὰ παντός

Unchecked Copy BoxPsa 119:118 - ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν

Unchecked Copy BoxPsa 119:119 - παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου διὰ παντός

Unchecked Copy BoxPsa 119:120 - καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην

Unchecked Copy BoxPsa 119:121 - ι αιν ἐποίησα κρίμα καὶ δικαιοσύνην μὴ παραδῷς με τοῖς ἀδικοῦσίν με

Unchecked Copy BoxPsa 119:122 - ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι

Unchecked Copy BoxPsa 119:123 - οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου

Unchecked Copy BoxPsa 119:124 - ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με

Unchecked Copy BoxPsa 119:125 - δοῦλός σού εἰμι ἐγώ συνέτισόν με καὶ γνώσομαι τὰ μαρτύριά σου

Unchecked Copy BoxPsa 119:126 - καιρὸς τοῦ ποιῆσαι τῷ κυρίῳ διεσκέδασαν τὸν νόμον σου

Unchecked Copy BoxPsa 119:127 - διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον

Unchecked Copy BoxPsa 119:128 - διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα

Unchecked Copy BoxPsa 119:129 - ι φη θαυμαστὰ τὰ μαρτύριά σου διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου

Unchecked Copy BoxPsa 119:130 - ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους

Unchecked Copy BoxPsa 119:131 - τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν

Unchecked Copy BoxPsa 119:132 - ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου

Unchecked Copy BoxPsa 119:133 - τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία

Unchecked Copy BoxPsa 119:134 - λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων καὶ φυλάξω τὰς ἐντολάς σου

Unchecked Copy BoxPsa 119:135 - τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου

Unchecked Copy BoxPsa 119:136 - διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου

Unchecked Copy BoxPsa 119:137 - ι σαδη δίκαιος εἶ κύριε καὶ εὐθὴς ἡ κρίσις σου

Unchecked Copy BoxPsa 119:138 - ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα

Unchecked Copy BoxPsa 119:139 - ἐξέτηξέν με ὁ ζῆλος τοῦ οἴκου σου ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου

Unchecked Copy BoxPsa 119:140 - πεπυρωμένον τὸ λόγιόν σου σφόδρα καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό

Unchecked Copy BoxPsa 119:141 - νεώτερός εἰμι ἐγὼ καὶ ἐξουδενωμένος τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην

Unchecked Copy BoxPsa 119:142 - ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα καὶ ὁ νόμος σου ἀλήθεια

Unchecked Copy BoxPsa 119:143 - θλῖψις καὶ ἀνάγκη εὕροσάν με αἱ ἐντολαί σου μελέτη μου

Unchecked Copy BoxPsa 119:144 - δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα συνέτισόν με καὶ ζήσομαι

Unchecked Copy BoxPsa 119:145 - ι κωφ ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου ἐπάκουσόν μου κύριε τὰ δικαιώματά σου ἐκζητήσω

Unchecked Copy BoxPsa 119:146 - ἐκέκραξά σε σῶσόν με καὶ φυλάξω τὰ μαρτύριά σου

Unchecked Copy BoxPsa 119:147 - προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα εἰς τοὺς λόγους σου ἐπήλπισα

Unchecked Copy BoxPsa 119:148 - προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου

Unchecked Copy BoxPsa 119:149 - τῆς φωνῆς μου ἄκουσον κύριε κατὰ τὸ ἔλεός σου κατὰ τὸ κρίμα σου ζῆσόν με

Unchecked Copy BoxPsa 119:150 - προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν

Unchecked Copy BoxPsa 119:151 - ἐγγὺς εἶ σύ κύριε καὶ πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια

Unchecked Copy BoxPsa 119:152 - κατ᾽ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά

Unchecked Copy BoxPsa 119:153 - ρης ἰδὲ τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με ὅτι τὸν νόμον σου οὐκ ἐπελαθόμην

Unchecked Copy BoxPsa 119:154 - κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με διὰ τὸν λόγον σου ζῆσόν με

Unchecked Copy BoxPsa 119:155 - μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν

Unchecked Copy BoxPsa 119:156 - οἱ οἰκτιρμοί σου πολλοί κύριε κατὰ τὸ κρίμα σου ζῆσόν με

Unchecked Copy BoxPsa 119:157 - πολλοὶ οἱ ἐκδιώκοντές με καὶ ἐκθλίβοντές με ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα

Unchecked Copy BoxPsa 119:158 - εἶδον ἀσυνθετοῦντας καὶ ἐξετηκόμην ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο

Unchecked Copy BoxPsa 119:159 - ἰδὲ ὅτι τὰς ἐντολάς σου ἠγάπησα κύριε ἐν τῷ ἐλέει σου ζῆσόν με

Unchecked Copy BoxPsa 119:160 - ἀρχὴ τῶν λόγων σου ἀλήθεια καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου

Unchecked Copy BoxPsa 119:161 - κ σεν ἄρχοντες κατεδίωξάν με δωρεάν καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου

Unchecked Copy BoxPsa 119:162 - ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου ὡς ὁ εὑρίσκων σκῦλα πολλά

Unchecked Copy BoxPsa 119:163 - ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην τὸν δὲ νόμον σου ἠγάπησα

Unchecked Copy BoxPsa 119:164 - ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου

Unchecked Copy BoxPsa 119:165 - εἰρήνη πολλὴ τοῖς ἀγαπῶσιν τὸν νόμον σου καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον

Unchecked Copy BoxPsa 119:166 - προσεδόκων τὸ σωτήριόν σου κύριε καὶ τὰς ἐντολάς σου ἠγάπησα

Unchecked Copy BoxPsa 119:167 - ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα

Unchecked Copy BoxPsa 119:168 - ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου κύριε

Unchecked Copy BoxPsa 119:169 - κ θαυ ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου κύριε κατὰ τὸ λόγιόν σου συνέτισόν με

Unchecked Copy BoxPsa 119:170 - εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου κατὰ τὸ λόγιόν σου ῥῦσαί με

Unchecked Copy BoxPsa 119:171 - ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον ὅταν διδάξῃς με τὰ δικαιώματά σου

Unchecked Copy BoxPsa 119:172 - φθέγξαιτο ἡ γλῶσσά μου τὸ λόγιόν σου ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη

Unchecked Copy BoxPsa 119:173 - γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην

Unchecked Copy BoxPsa 119:174 - ἐπεπόθησα τὸ σωτήριόν σου κύριε καὶ ὁ νόμος σου μελέτη μού ἐστιν

Unchecked Copy BoxPsa 119:175 - ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε καὶ τὰ κρίματά σου βοηθήσει μοι

Unchecked Copy BoxPsa 119:176 - ἐπλανήθην ὡς πρόβατον ἀπολωλός ζήτησον τὸν δοῦλόν σου ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην

LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. Absolutely no commercial use is permitted. The Blue Letter Bible is a non-commercial Christian Bible Study website which accepts no advertising or other sources of revenue.

 
 
Home
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search LXX
KJVNKJVNLTNIVESVCSBNASB
Version Selector Up Arrow NETRSVASVYLTDBYWEBHNV
RVR60VULWLCLXXmGNTTR  

Search a pre-defined list


OR Select a range of biblical books

From:

To:


OR Custom Selection:

Use semicolons to separate groups:
'Gen;Jdg;Psa-Mal' or 'Rom 3-12;Mat 1:15;Mat 5:12-22'

Your Bible Version is the LXX
Go to Top
Link to This PageCite This Page
Version Selector Up Arrow
Version Selector Up Arrow

Cite this page

MLA format Copy link to clipboard

Note: MLA no longer requires the URL as part of their citation standard. Individual instructors or editors may still require the use of URLs.

APA format Copy link to clipboard
Chicago format Copy link to clipboard
Close
Share this pageFollow the BLB
Version Selector Up Arrow

Share this page using one of these tools:

facebooktwitter

googlepluspinterest

reddittumblrlinkedin


Or email this page to a friend:

Version Selector Up Arrow

Follow the Blue Letter Bible on:

facebooktwitter

pinterestgoogle+


Or subscribe to our Newsletter:

Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1
Line-By-Line Order:
Line-By-Line Verse-Reference  Verse-Reference
Line-By-Line Reference-Verse  Reference-Verse
Line-By-Line Separate Line  Separate Line
Line-By-Line Verse Only  Verse Only
Line-By-Line Reference Only  Reference Only
Reference Delimiters:
No Reference Delimiters  None — Jhn 1:1 KJV
Square Reference Delimiters  Square — [Jhn 1:1 KJV]
Curly Reference Delimiters  Curly — {Jhn 1:1 KJV}
Parenthesis Reference Delimiters  Parens — (Jhn 1:1 KJV)
Paragraph Order:
Paragraph Verse-Reference  Verse-Reference
Paragraph Reference-Verse  Reference-Verse
Paragraph Reference-Only  Reference-Only
Number Delimiters:*
No Verse Numbers  No Number
No Verse Delimeters  No Delimiter — 15
Square Verse Delimiters  Square — [15]
Curly Verse Delimiters  Curly — {15}
Parenthesis Verse Delimiters  Parens — (15)
Other Options:
Abbreviate Books  Abbreviate Books
Quotes Around Verses  Quotes Around Verses
Remove Square Brackets  Remove Square Brackets
 
Select All Verses
Clear All Verses

* 'Number Delimiters' only apply to 'Paragraph Order'

Loading...

Interlinear
Bibles
Cross-Refs
Commentaries
Dictionaries
Miscellaneous
Verse Tools Arrow
Login to your account

Email / username or password was incorrect!

Check your email for password retrieval

 

Complete the form below to register  [?]

Error: That Email is already registered

Error: Please provide a valid Email

Error: Passwords should have at least 6 characters

Error: Passwords do not match

Error: Please provide a valid first name

Error: That username is already taken

Error: Usernames should only contain letters, numbers, dots, dashes, or underscores

[ Cancel ]← Login to Your Account

Passwords should have at least 6 characters.
Usernames should only contain letters, numbers, dots, dashes, or underscores.

Thank you for registering. A verification email has been sent to the address you provided.

Error: That Email / Username is not registered

Enter Your Email or UsernameUsername or Email Address

 

← Return to Login

Close LoginCLOSE
Tap to Close