The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search MGNT

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

PROS TIMOQEON AV (1 Timothy) 6 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy Box1Ti 6:1 - ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν ἵνα μὴ τὸ ὄνομα τοῦ θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται

Unchecked Copy Box1Ti 6:2 - οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν ὅτι ἀδελφοί εἰσιν ἀλλὰ μᾶλλον δουλευέτωσαν ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι ταῦτα δίδασκε καὶ παρακάλει

Unchecked Copy Box1Ti 6:3 - εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσιν λόγοις τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ’ εὐσέβειαν διδασκαλίᾳ

Unchecked Copy Box1Ti 6:4 - τετύφωται μηδὲν ἐπιστάμενος ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας ἐξ ὧν γίνεται φθόνος ἔρις βλασφημίαι ὑπόνοιαι πονηραί

Unchecked Copy Box1Ti 6:5 - διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν

Unchecked Copy Box1Ti 6:6 - ἔστιν δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας

Unchecked Copy Box1Ti 6:7 - οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα

Unchecked Copy Box1Ti 6:8 - ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα τούτοις ἀρκεσθησόμεθα

Unchecked Copy Box1Ti 6:9 - οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς αἵτινες βυθίζουσιν τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν

Unchecked Copy Box1Ti 6:10 - ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς

Unchecked Copy Box1Ti 6:11 - σὺ δέ ὦ ἄνθρωπε θεοῦ ταῦτα φεῦγε δίωκε δὲ δικαιοσύνην εὐσέβειαν πίστιν ἀγάπην ὑπομονήν πραϋπαθίαν

Unchecked Copy Box1Ti 6:12 - ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων

Unchecked Copy Box1Ti 6:13 - παραγγέλλω σοι ἐνώπιον τοῦ θεοῦ τοῦ ζῳογονοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν

Unchecked Copy Box1Ti 6:14 - τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίλημπτον μέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Unchecked Copy Box1Ti 6:15 - ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων

Unchecked Copy Box1Ti 6:16 - ὁ μόνος ἔχων ἀθανασίαν φῶς οἰκῶν ἀπρόσιτον ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται ᾧ τιμὴ καὶ κράτος αἰώνιον ἀμήν

Unchecked Copy Box1Ti 6:17 - τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι ἀλλ’ ἐπὶ θεῷ τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν

Unchecked Copy Box1Ti 6:18 - ἀγαθοεργεῖν πλουτεῖν ἐν ἔργοις καλοῖς εὐμεταδότους εἶναι κοινωνικούς

Unchecked Copy Box1Ti 6:19 - ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον ἵνα ἐπιλάβωνται τῆς ὄντως ζωῆς

Unchecked Copy Box1Ti 6:20 - ὦ Τιμόθεε τὴν παραθήκην φύλαξον ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως

Unchecked Copy Box1Ti 6:21 - ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν ἡ χάρις μεθ’ ὑμῶν
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to James Tauber who has made this resource freely available.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search MGNT
Your Bible Version is the MGNT
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1