The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search MGNT

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

PROS KORINQIOUS BV (2 Corinthians) 9 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy Box2Co 9:1 - περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστιν τὸ γράφειν ὑμῖν

Unchecked Copy Box2Co 9:2 - οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι καὶ τὸ ὑμῶν ζῆλος ἠρέθισεν τοὺς πλείονας

Unchecked Copy Box2Co 9:3 - ἔπεμψα δὲ τοὺς ἀδελφούς ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ ἵνα καθὼς ἔλεγον παρεσκευασμένοι ἦτε

Unchecked Copy Box2Co 9:4 - μή πως ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους καταισχυνθῶμεν ἡμεῖς ἵνα μὴ λέγω ὑμεῖς ἐν τῇ ὑποστάσει ταύτῃ

Unchecked Copy Box2Co 9:5 - ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφοὺς ἵνα προέλθωσιν εἰς ὑμᾶς καὶ προκαταρτίσωσιν τὴν προεπηγγελμένην εὐλογίαν ὑμῶν ταύτην ἑτοίμην εἶναι οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν

Unchecked Copy Box2Co 9:6 - τοῦτο δέ ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις ἐπ’ εὐλογίαις καὶ θερίσει

Unchecked Copy Box2Co 9:7 - ἕκαστος καθὼς προῄρηται τῇ καρδίᾳ μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός

Unchecked Copy Box2Co 9:8 - δυνατεῖ δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν

Unchecked Copy Box2Co 9:9 - καθὼς γέγραπται ἐσκόρπισεν ἔδωκεν τοῖς πένησιν ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα

Unchecked Copy Box2Co 9:10 - ὁ δὲ ἐπιχορηγῶν σπόρον τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσει καὶ πληθυνεῖ τὸν σπόρον ὑμῶν καὶ αὐξήσει τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν

Unchecked Copy Box2Co 9:11 - ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα ἥτις κατεργάζεται δι’ ἡμῶν εὐχαριστίαν τῷ θεῷ

Unchecked Copy Box2Co 9:12 - ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ θεῷ

Unchecked Copy Box2Co 9:13 - διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας

Unchecked Copy Box2Co 9:14 - καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφ’ ὑμῖν

Unchecked Copy Box2Co 9:15 - χάρις τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to James Tauber who has made this resource freely available.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search MGNT
Your Bible Version is the MGNT
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1