The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search MGNT

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

PRAXEIS APOSTOLWN (Acts) 21 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxAct 21:1 - ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ’ αὐτῶν εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶ τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον κἀκεῖθεν εἰς Πάταρα

Unchecked Copy BoxAct 21:2 - καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην ἐπιβάντες ἀνήχθημεν

Unchecked Copy BoxAct 21:3 - ἀναφάναντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν καὶ κατήλθομεν εἰς Τύρον ἐκεῖσε γὰρ τὸ πλοῖον ἦν ἀποφορτιζόμενον τὸν γόμον

Unchecked Copy BoxAct 21:4 - ἀνευρόντες δὲ τοὺς μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ πνεύματος μὴ ἐπιβαίνειν εἰς Ἱεροσόλυμα

Unchecked Copy BoxAct 21:5 - ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσευξάμενοι

Unchecked Copy BoxAct 21:6 - ἀπησπασάμεθα ἀλλήλους καὶ ἀνέβημεν εἰς τὸ πλοῖον ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια

Unchecked Copy BoxAct 21:7 - ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ’ αὐτοῖς

Unchecked Copy BoxAct 21:8 - τῇ δὲ ἐπαύριον ἐξελθόντες ἤλθομεν εἰς Καισάρειαν καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρ’ αὐτῷ

Unchecked Copy BoxAct 21:9 - τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες παρθένοι προφητεύουσαι

Unchecked Copy BoxAct 21:10 - ἐπιμενόντων δὲ ἡμέρας πλείους κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἇγαβος

Unchecked Copy BoxAct 21:11 - καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη οὕτως δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν

Unchecked Copy BoxAct 21:12 - ὡς δὲ ἠκούσαμεν ταῦτα παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἰερουσαλήμ

Unchecked Copy BoxAct 21:13 - τότε ἀπεκρίθη ὁ Παῦλος τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν ἐγὼ γὰρ οὐ μόνον δεθῆναι ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἰερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου Ἰησοῦ

Unchecked Copy BoxAct 21:14 - μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες τοῦ κυρίου τὸ θέλημα γινέσθω

Unchecked Copy BoxAct 21:15 - μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς Ἱεροσόλυμα

Unchecked Copy BoxAct 21:16 - συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν ἄγοντες παρ’ ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ ἀρχαίῳ μαθητῇ

Unchecked Copy BoxAct 21:17 - γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα ἀσμένως ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελφοί

Unchecked Copy BoxAct 21:18 - τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι

Unchecked Copy BoxAct 21:19 - καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καθ’ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ θεὸς ἐν τοῖς ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ

Unchecked Copy BoxAct 21:20 - οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν θεόν εἶπόν τε αὐτῷ θεωρεῖς ἀδελφέ πόσαι μυριάδες εἰσὶν ἐν τοῖς Ἰουδαίοις τῶν πεπιστευκότων καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν

Unchecked Copy BoxAct 21:21 - κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσιν περιπατεῖν

Unchecked Copy BoxAct 21:22 - τί οὖν ἐστιν πάντως ἀκούσονται ὅτι ἐλήλυθας

Unchecked Copy BoxAct 21:23 - τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ’ ἑαυτῶν

Unchecked Copy BoxAct 21:24 - τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπ’ αὐτοῖς ἵνα ξυρήσονται τὴν κεφαλήν καὶ γνώσονται πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν ἀλλὰ στοιχεῖς καὶ αὐτὸς φυλάσσων τὸν νόμον

Unchecked Copy BoxAct 21:25 - περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν κρίναντες φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ αἷμα καὶ πνικτὸν καὶ πορνείαν

Unchecked Copy BoxAct 21:26 - τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά

Unchecked Copy BoxAct 21:27 - ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον καὶ ἐπέβαλον ἐπ’ αὐτὸν τὰς χεῖρας

Unchecked Copy BoxAct 21:28 - κράζοντες ἄνδρες Ἰσραηλῖται βοηθεῖτε οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχῇ διδάσκων ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον

Unchecked Copy BoxAct 21:29 - ἦσαν γὰρ προεωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος

Unchecked Copy BoxAct 21:30 - ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι

Unchecked Copy BoxAct 21:31 - ζητούντων τε αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συγχύννεται Ἰερουσαλήμ

Unchecked Copy BoxAct 21:32 - ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραμεν ἐπ’ αὐτούς οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον

Unchecked Copy BoxAct 21:33 - τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσεν δεθῆναι ἁλύσεσι δυσί καὶ ἐπυνθάνετο τίς εἴη καὶ τί ἐστιν πεποιηκώς

Unchecked Copy BoxAct 21:34 - ἄλλοι δὲ ἄλλο τι ἐπεφώνουν ἐν τῷ ὄχλῳ μὴ δυναμένου δὲ αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν

Unchecked Copy BoxAct 21:35 - ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου

Unchecked Copy BoxAct 21:36 - ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζοντες αἶρε αὐτόν

Unchecked Copy BoxAct 21:37 - μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ εἰ ἔξεστίν μοι εἰπεῖν τι πρὸς σέ ὁ δὲ ἔφη Ἑλληνιστὶ γινώσκεις

Unchecked Copy BoxAct 21:38 - οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων

Unchecked Copy BoxAct 21:39 - εἶπεν δὲ ὁ Παῦλος ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος Ταρσεὺς τῆς Κιλικίας οὐκ ἀσήμου πόλεως πολίτης δέομαι δέ σου ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν

Unchecked Copy BoxAct 21:40 - ἐπιτρέψαντος δὲ αὐτοῦ ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισεν τῇ χειρὶ τῷ λαῷ πολλῆς δὲ σιγῆς γενομένης προσεφώνησεν τῇ Ἑβραΐδι διαλέκτῳ λέγων
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to James Tauber who has made this resource freely available.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search MGNT
Your Bible Version is the MGNT
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1