MGNT

MGNT

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Πράξεις (Acts) 26 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxAct 26:1 - Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη ἐπιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν τότε Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο
Unchecked Copy BoxAct 26:2 - περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων βασιλεῦ Ἀγρίππα ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι
Unchecked Copy BoxAct 26:3 - μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου
Unchecked Copy BoxAct 26:4 - τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος τὴν ἀπ᾽ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν τε Ἱεροσολύμοις ἴσασι πάντες οἱ Ἰουδαῖοι
Unchecked Copy BoxAct 26:5 - προγινώσκοντές με ἄνωθεν ἐὰν θέλωσι μαρτυρεῖν ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος
Unchecked Copy BoxAct 26:6 - καὶ νῦν ἐπ᾽ ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος
Unchecked Copy BoxAct 26:7 - εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων βασιλεῦ
Unchecked Copy BoxAct 26:8 - τί ἄπιστον κρίνεται παρ᾽ ὑμῖν εἰ θεὸς νεκροὺς ἐγείρει
Unchecked Copy BoxAct 26:9 - ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι
Unchecked Copy BoxAct 26:10 - καὶ ἐποίησα ἐν Ἱεροσολύμοις καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον
Unchecked Copy BoxAct 26:11 - καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις
(Act 9:1–19; 22:6–16 )
Unchecked Copy BoxAct 26:12 - ἐν οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετ᾽ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς τῶν ἀρχιερέων
Unchecked Copy BoxAct 26:13 - ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον βασιλεῦ οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους
Unchecked Copy BoxAct 26:14 - πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λέγουσαν πρός με τῇ Ἑβραΐδι διαλέκτῳ Σαοὺλ Σαούλ τί με διώκεις σκληρόν σοι πρὸς κέντρα λακτίζειν
Unchecked Copy BoxAct 26:15 - ἐγὼ δὲ εἶπα τίς εἶ κύριε δὲ κύριος εἶπεν ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις
Unchecked Copy BoxAct 26:16 - ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου εἰς τοῦτο γὰρ ὤφθην σοι προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές με ὧν τε ὀφθήσομαί σοι
Unchecked Copy BoxAct 26:17 - ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ἐκ τῶν ἐθνῶν εἰς οὓς ἐγὼ ἀποστέλλω σε
Unchecked Copy BoxAct 26:18 - ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν θεόν τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ
Unchecked Copy BoxAct 26:19 - ὅθεν βασιλεῦ Ἀγρίππα οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ
Unchecked Copy BoxAct 26:20 - ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν τε καὶ Ἱεροσολύμοις πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν ἄξια τῆς μετανοίας ἔργα πράσσοντας
Unchecked Copy BoxAct 26:21 - ἕνεκα τούτων με Ἰουδαῖοι συλλαβόμενοι ὄντα ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι
Unchecked Copy BoxAct 26:22 - ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς
Unchecked Copy BoxAct 26:23 - εἰ παθητὸς Χριστός εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν
Unchecked Copy BoxAct 26:24 - ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου Φῆστος μεγάλῃ τῇ φωνῇ φησιν μαίνῃ Παῦλε τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει
Unchecked Copy BoxAct 26:25 - δὲ Παῦλος οὐ μαίνομαι φησίν κράτιστε Φῆστε ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι
Unchecked Copy BoxAct 26:26 - ἐπίσταται γὰρ περὶ τούτων βασιλεύς πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ λανθάνειν γὰρ αὐτὸν τι τούτων οὐ πείθομαι οὐθέν οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο
Unchecked Copy BoxAct 26:27 - πιστεύεις βασιλεῦ Ἀγρίππα τοῖς προφήταις οἶδα ὅτι πιστεύεις
Unchecked Copy BoxAct 26:28 - δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι
Unchecked Copy BoxAct 26:29 - δὲ Παῦλος εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων
Unchecked Copy BoxAct 26:30 - ἀνέστη τε βασιλεὺς καὶ ἡγεμὼν τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς
Unchecked Copy BoxAct 26:31 - καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι οὐδὲν θανάτου δεσμῶν ἄξιον τι πράσσει ἄνθρωπος οὗτος
Unchecked Copy BoxAct 26:32 - Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη ἀπολελύσθαι ἐδύνατο ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

BLB Searches
Search the Bible
MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
MGNT

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan