The Blue Letter Bible
Sponsors
BLB Searches
Search the Bible
Search MGNT
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search MGNT

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

PROS RWMAIOUS (Romans) 14 :: Morphological Greek New Testament (MGNT)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible

Unchecked Copy BoxRom 14:1 - τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε μὴ εἰς διακρίσεις διαλογισμῶν

Unchecked Copy BoxRom 14:2 - ὃς μὲν πιστεύει φαγεῖν πάντα ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει

Unchecked Copy BoxRom 14:3 - ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω ὁ δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο

Unchecked Copy BoxRom 14:4 - σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει σταθήσεται δέ δυνατεῖ γὰρ ὁ κύριος στῆσαι αὐτόν

Unchecked Copy BoxRom 14:5 - ὃς μὲν γὰρ κρίνει ἡμέραν παρ’ ἡμέραν ὃς δὲ κρίνει πᾶσαν ἡμέραν ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω

Unchecked Copy BoxRom 14:6 - ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει εὐχαριστεῖ γὰρ τῷ θεῷ καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει καὶ εὐχαριστεῖ τῷ θεῷ

Unchecked Copy BoxRom 14:7 - οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει

Unchecked Copy BoxRom 14:8 - ἐάν τε γὰρ ζῶμεν τῷ κυρίῳ ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν τῷ κυρίῳ ἀποθνῄσκομεν ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν τοῦ κυρίου ἐσμέν

Unchecked Copy BoxRom 14:9 - εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ

Unchecked Copy BoxRom 14:10 - σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ θεοῦ

Unchecked Copy BoxRom 14:11 - γέγραπται γάρ ζῶ ἐγώ λέγει κύριος ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ θεῷ

Unchecked Copy BoxRom 14:12 - ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ θεῷ

Unchecked Copy BoxRom 14:13 - μηκέτι οὖν ἀλλήλους κρίνωμεν ἀλλὰ τοῦτο κρίνατε μᾶλλον τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον

Unchecked Copy BoxRom 14:14 - οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι’ ἑαυτοῦ εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι ἐκείνῳ κοινόν

Unchecked Copy BoxRom 14:15 - εἰ γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται οὐκέτι κατὰ ἀγάπην περιπατεῖς μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν

Unchecked Copy BoxRom 14:16 - μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν

Unchecked Copy BoxRom 14:17 - οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ

Unchecked Copy BoxRom 14:18 - ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις

Unchecked Copy BoxRom 14:19 - ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους

Unchecked Copy BoxRom 14:20 - μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ πάντα μὲν καθαρά ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι

Unchecked Copy BoxRom 14:21 - καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει

Unchecked Copy BoxRom 14:22 - σὺ πίστιν ἣν ἔχεις κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει

Unchecked Copy BoxRom 14:23 - ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται ὅτι οὐκ ἐκ πίστεως πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν
MGNT

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to James Tauber who has made this resource freely available.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search MGNT
Your Bible Version is the MGNT
Go to Top
Link to This PageCite This Page
Share this pageFollow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1