TR

TR

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
The Blue Letter Bible

Α΄ Κορινθίους (1 Corinthians) 10 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy Box1Co 10:1 - Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν ἀδελφοί ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον
Unchecked Copy Box1Co 10:2 - καὶ πάντες εἰς τὸν Μωσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ
Unchecked Copy Box1Co 10:3 - καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον
Unchecked Copy Box1Co 10:4 - καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας δὲ πέτρα ἦν Χριστός
Unchecked Copy Box1Co 10:5 - ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν θεός κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ
Unchecked Copy Box1Co 10:6 - ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν καθὼς κἀκεῖνοι ἐπεθύμησαν
Unchecked Copy Box1Co 10:7 - μηδὲ εἰδωλολάτραι γίνεσθε καθώς τινες αὐτῶν ὥς γέγραπται Ἐκάθισεν λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν
Unchecked Copy Box1Co 10:8 - μηδὲ πορνεύωμεν καθώς τινες αὐτῶν ἐπόρνευσαν καὶ ἔπεσον ἕν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες
Unchecked Copy Box1Co 10:9 - μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν καθὼς καί τινες αὐτῶν ἐπείρασαν καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο
Unchecked Copy Box1Co 10:10 - μηδὲ γογγύζετε καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ
Unchecked Copy Box1Co 10:11 - ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν
Unchecked Copy Box1Co 10:12 - ὥστε δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ
Unchecked Copy Box1Co 10:13 - πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ θεός ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ δύνασθε ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν
Unchecked Copy Box1Co 10:14 - Διόπερ ἀγαπητοί μου φεύγετε ἀπὸ τῆς εἰδωλολατρείας
Unchecked Copy Box1Co 10:15 - ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς φημι
Unchecked Copy Box1Co 10:16 - τὸ ποτήριον τῆς εὐλογίας εὐλογοῦμεν οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν τὸν ἄρτον ὃν κλῶμεν οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν
Unchecked Copy Box1Co 10:17 - ὅτι εἷς ἄρτος ἓν σῶμα οἱ πολλοί ἐσμεν οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν
Unchecked Copy Box1Co 10:18 - βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν
Unchecked Copy Box1Co 10:19 - τί οὖν φημι ὅτι εἴδωλον τί ἐστιν ὅτι εἰδωλόθυτον τί ἐστιν;
Unchecked Copy Box1Co 10:20 - ἀλλ᾽ ὅτι θύει τά ἔθνη, δαιμονίοις θύει καὶ οὐ θεῷ οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι
Unchecked Copy Box1Co 10:21 - οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων
Unchecked Copy Box1Co 10:22 - παραζηλοῦμεν τὸν κύριον μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν
(cf. Psa 24:1 )
Unchecked Copy Box1Co 10:23 - Πάντα μοι ἔξεστιν ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα μοί ἔξεστιν ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ
Unchecked Copy Box1Co 10:24 - μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος
Unchecked Copy Box1Co 10:25 - Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν
Unchecked Copy Box1Co 10:26 - τοῦ γὰρ κυρίου γῆ καὶ τὸ πλήρωμα αὐτῆς
Unchecked Copy Box1Co 10:27 - εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν
Unchecked Copy Box1Co 10:28 - ἐὰν δέ τις ὑμῖν εἴπῃ Τοῦτο εἰδωλόθυτόν ἐστιν μὴ ἐσθίετε δι᾽ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· τοῦ γὰρ κυρίου γῆ καὶ τὸ πλήρωμα αὐτῆς
Unchecked Copy Box1Co 10:29 - συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου ἵνα τί γὰρ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως
Unchecked Copy Box1Co 10:30 - εἰ δὲ ἐγὼ χάριτι μετέχω τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ
Unchecked Copy Box1Co 10:31 - εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε πάντα εἰς δόξαν θεοῦ ποιεῖτε
Unchecked Copy Box1Co 10:32 - ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ
Unchecked Copy Box1Co 10:33 - καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω μὴ ζητῶν τὸ ἐμαυτοῦ σύμφερον, ἀλλὰ τὸ τῶν πολλῶν ἵνα σωθῶσιν
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

BLB Searches
Search the Bible
TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
TR

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan