The Blue Letter Bible
BLB Searches
Search the Bible
Search TR
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
Search TR

Let's Connect
x
Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

PROS KORINQIOUS AV (1 Corinthians) 7 :: Textus Receptus (TR)

toggle collapse
Choose a new font size and typeface
Listen to the Bible
Unchecked Copy Box1Co 7:1 - Περὶ δὲ ὧν ἐγράψατε μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι·
Unchecked Copy Box1Co 7:2 - διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω
Unchecked Copy Box1Co 7:3 - τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί
Unchecked Copy Box1Co 7:4 - ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλ᾽ ὁ ἀνήρ ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλ᾽ ἡ γυνή
Unchecked Copy Box1Co 7:5 - μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μὴ τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν
Unchecked Copy Box1Co 7:6 - τοῦτο δὲ λέγω κατὰ συγγνώμην οὐ κατ᾽ ἐπιταγήν
Unchecked Copy Box1Co 7:7 - θέλω γὰρ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλ᾽ ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ θεοῦ ὅς μὲν οὕτως ὅς δὲ οὕτως
Unchecked Copy Box1Co 7:8 - Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ·
Unchecked Copy Box1Co 7:9 - εἰ δὲ οὐκ ἐγκρατεύονται γαμησάτωσαν κρεῖσσον γάρ ἐστιν γαμῆσαι ἢ πυροῦσθαι
Unchecked Copy Box1Co 7:10 - τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω οὐκ ἐγὼ ἀλλ᾽ ὁ κύριος γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι
Unchecked Copy Box1Co 7:11 - ἐὰν δὲ καὶ χωρισθῇ μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι
Unchecked Copy Box1Co 7:12 - Τοῖς δὲ λοιποῖς ἐγὼ λέγω οὐχ ὁ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτοῦ μὴ ἀφιέτω αὐτήν·
Unchecked Copy Box1Co 7:13 - καὶ γυνὴ ἥτις ἔχει ἄνδρα ἄπιστον καὶ αὑτὸς συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτῆς μὴ ἀφιέτω αὐτόν
Unchecked Copy Box1Co 7:14 - ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν νῦν δὲ ἅγιά ἐστιν
Unchecked Copy Box1Co 7:15 - εἰ δὲ ὁ ἄπιστος χωρίζεται χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ θεός
Unchecked Copy Box1Co 7:16 - τί γὰρ οἶδας γύναι εἰ τὸν ἄνδρα σώσεις ἢ τί οἶδας ἄνερ εἰ τὴν γυναῖκα σώσεις
Unchecked Copy Box1Co 7:17 - Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ θεός ἕκαστον ὡς κέκληκεν ὁ κύριος οὕτως περιπατείτω καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι
Unchecked Copy Box1Co 7:18 - περιτετμημένος τις ἐκλήθη μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ τις ἐκλήθη μὴ περιτεμνέσθω
Unchecked Copy Box1Co 7:19 - ἡ περιτομὴ οὐδέν ἐστιν καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν ἀλλὰ τήρησις ἐντολῶν θεοῦ
Unchecked Copy Box1Co 7:20 - ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη ἐν ταύτῃ μενέτω
Unchecked Copy Box1Co 7:21 - δοῦλος ἐκλήθης μή σοι μελέτω· ἀλλ᾽ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι μᾶλλον χρῆσαι
Unchecked Copy Box1Co 7:22 - ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν ὁμοίως καί ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ
Unchecked Copy Box1Co 7:23 - τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων
Unchecked Copy Box1Co 7:24 - ἕκαστος ἐν ᾧ ἐκλήθη ἀδελφοί ἐν τούτῳ μενέτω παρὰ τῷ θεῷ
Unchecked Copy Box1Co 7:25 - Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι
Unchecked Copy Box1Co 7:26 - Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι
Unchecked Copy Box1Co 7:27 - δέδεσαι γυναικί μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός μὴ ζήτει γυναῖκα
Unchecked Copy Box1Co 7:28 - ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος οὐχ ἥμαρτεν θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι ἐγὼ δὲ ὑμῶν φείδομαι
Unchecked Copy Box1Co 7:29 - τοῦτο δέ φημι ἀδελφοί ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστιν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν
Unchecked Copy Box1Co 7:30 - καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες
Unchecked Copy Box1Co 7:31 - καὶ οἱ χρώμενοι τῳ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου
Unchecked Copy Box1Co 7:32 - θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου πῶς ἀρέσει τῷ κυρίῳ·
Unchecked Copy Box1Co 7:33 - ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσει τῇ γυναικί
Unchecked Copy Box1Co 7:34 - μεμέρισται ἡ γυνὴ καὶ ἡ παρθένος ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσει τῷ ἀνδρί
Unchecked Copy Box1Co 7:35 - τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπρόσεδρον τῷ κυρίῳ ἀπερισπάστως
Unchecked Copy Box1Co 7:36 - Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ᾖ ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι ὃ θέλει ποιείτω οὐχ ἁμαρτάνει γαμείτωσαν
Unchecked Copy Box1Co 7:37 - ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ μὴ ἔχων ἀνάγκην ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος καὶ τοῦτο κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦ τοῦ τηρεῖν τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ·
Unchecked Copy Box1Co 7:38 - ὥστε καὶ ὁ ἐκγαμίζων καλῶς ποιεῖ ὁ δὲ μὴ ἑκγαμίζων κρεῖσσον ποιεῖ·
Unchecked Copy Box1Co 7:39 - Γυνὴ δέδεται νόμῳ ἐφ᾽ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνήρ αὐτῆς ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι μόνον ἐν κυρίῳ
Unchecked Copy Box1Co 7:40 - μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν
TR

The Textus Receptus (latin, "Received Text") is the Greek text originally compiled by Erasmus around 1516. Though the earliest work was prepared by Desiderius Erasmus, his work was later revised by Robert Estienne (or, Stephanus) and further revised by Theodore Beza. The text produced by each is substantially the same, aside from some minor variations. The Blue Letter Bible utilizes Stephanus' edition from 1550.

 
 
Search Bible
Click for Help   Click for QuickNav   Click for Advanced Search Options
Search TR
Your Bible Version is the TR
Go to Top
Link to This Page Cite This Page
Share this page Follow the BLB
Printable Page
 
 
Left Context Bar Edge 1Left Context Bar BackgroundLeft Context Bar Edge 2Previous BookPrevious ChapterQuick NavNext ChapterNext BookCopy VersesCopy OptionsShow StrongsFormat by Verse or ParagraphListen to the BibleRed Letter OnRight Context Bar Edge 2Right Context Bar BackgroundRight Context Bar Edge 1

Donate Contact

Blue Letter Bible study tools make reading, searching and studying the Bible easy and rewarding.

Hotjar - Unlimited insights from your web and mobile sites

Blue Letter Bible is a 501(c)(3) nonprofit organization